TLG 0697 003 :: Cornelius ALEXANDER :: Fragmenta

Cornelius ALEXANDER Polyhist.
(Milesius: 2–1 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 210–244.

  • frr. 1–152
  • frr. 27–30, 140a, 147–149, 151 verba latina solum

Citation: Fragment — (line)

t1-2

[ΑΣΣΥΡΙΑΚΑ.]

1

Syncell.: Ἐβασίλευσαν Ἀσσύριοι ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Βελεοῦν τοῦ Δελκετάδου· εἰς τοῦτον γὰρ τοῦ Σεμιράμεως γένους λήξαντος, Βελι‐ ταρᾶν κηπουργὸς ἐβασίλευσε καὶ τὸ ἐκείνου γένος ἑξῆς
5μέχρι Σαρδαναπάλλου, καθὰ Βίωνι δοκεῖ καὶ Ἀλεξάν‐ δρῳ τῷ Πολυΐστορι.

2

Agathias II, 25: Πρῶτοι μὲν γὰρ, ὧν ἀκοῇ ἴσμεν, Ἀσσύριοι λέγονται ἅπασαν τὴν Ἀσίαν χειρώσασθαι, πλὴν Ἰνδῶν τῶν ὑπὲρ Γάγγην ποταμὸν ἱδρυμένων. Νίνος τε πρότερον φαίνεται καὶ
5βασιλείαν ἐνταῦθα βεβαίαν καταστησάμενος, Σεμίρα‐ μίς τε αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου· ἐς τοῦ‐ τον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης, Βεληταράς τις ὄνομα, φυτουρ‐
10γὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς βασιλείοις κήπων μελεδωνὸς καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως τὴν βασιλείαν, καὶ τῷ οἰκείῳ ἐνεφύτευσε γένει, ὥς που Βίωνι γέγρα‐ πται καὶ Ἀλεξάνδρῳ τῷ Πολυΐστορι, ἕως ἐς Σαρδανά‐ παλλον, [ἐφ’ οὗ] ὡς ἐκεῖνοί φασι, τῆς ἀρχῆς ἀπομα‐
15ρανθείσης, Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος ἀνῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βα‐ σιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος, ἕξ τε καὶ τριακοσίων ἤδη πρὸς τοῖς χιλίοις καὶ ὀλίγῳ πλειόνων ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νίνος τῶν ἐκείνῃ
20κατέσχε πραγμάτων. Οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ Διόδωρος ξύμφησιν ὁ Σικελιώτης. Μῆδοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττοντο νόμοις. Ἔτη δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια Κῦρος
25ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας, ἐπὶ Πέρ‐ σας τὴν ἡγεμονίαν μετήγαγε. Πῶς δὲ οὐκ ἤμελλεν, Πέρ‐ σης τε ὢν αὐτὸς ἰθαγενὴς, καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς σὺν Ἀστυάγει παρατάξεις; Κρατήσαν‐ τες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ
30διακόσια ἔτη, καὶ μέντοι καὶ τούτων ἀρχὴ τελεώτατα διερρύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ κατα‐ λυθεῖσα. Ἀλέξανδρος γὰρ ὁ Φιλίππου Δαρεῖον ἀποκτεί‐ νας τὸν Ἀρσάμου τὸν βασιλέα, καὶ ἅπασαν τὴν Περσίδα παραστησάμενος ἐς Μακεδονικὴν τὰ πράγματα μετέ‐
35θηκε πολιτείαν. Οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μά‐ λιστα καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶ‐ ναι ξυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας γε ὄντας, κατασχεῖν ἐπιπλεῖστον τῆς ἀλλοδαπῆς καὶ ὀθνείας, καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. Καὶ οἶμαι ἄχρι καὶ
40ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν, τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιά‐ σαντες, καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥω‐ μαίους παραταξάμενοι, τοῦ πλείονος ἕκατι, διέλυσαν
τὰς οἰκείας δυνάμεις, καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας210
45ἐδόκουν. Τοιγάρτοι ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μήδων ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι), ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί γε αὐτοὺς, ἔθνος κατήκοον καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, παρέλυσαν

2

(50)

τῆς ἀρχῆς τοὺς Μακεδόνας. Καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπτου ἡγοῦντο, Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ’ αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκότος.
55Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρωχηκότων ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ Ῥωμαίων πράγματα ὑπὸ Ἀλεξάν‐ δρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ’ ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσρόου τοῦ καθ’ ἡμᾶς βασιλεύειν ἤρξατο
60γένος.

3

(1t)

ΕΥΠΟΛΕΜΟΥ
2tπερὶ Ἀβραὰμ,
3tἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος
4tΠερὶ Ἰουδαίων γραφῆς.
1 Cap. 17: Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέ‐ ξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς ἀνὴρ, τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἕλ‐ λησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει
5τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον. «Εὐπόλεμος δὲ ἐν τῷ Περὶ Ἰουδαίων, τῆς Ἀσσυ‐
ρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς211
10Γίγαντας· οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. Πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας, τοὺς Γίγαντας διασπαρῆναι καθ’ ὅλην τὴν γῆν. Δεκάτῃ δὲ γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ (ἥν τινας λέγειν πόλιν Οὐρίην, εἶναι δὲ μεθερμηνευομένην
15Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλ‐ δαϊκὴν εὑρεῖν, ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρε‐ στῆσαι τῷ θεῷ. Τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ
20θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοί‐ νικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. Ὕστερον δὲ Ἀρ‐ μενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ, τὸν Ἀβραὰμ
25μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμα‐ λωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας. Πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν, ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέ‐ σθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς
30λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμάλωτα, ξε‐ νισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Ἀργαριζὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος Ὑψίστου· παρὰ δὲ τοῦ Μελχι‐ σεδὲκ ἱερέως ὄντος τοῦ Θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. Λιμοῦ δὲ γενομένου, τὸν Ἀβραὰμ ἀπαλλαγῆναι
35εἰς Αἴγυπτον πανοικίᾳ κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐ‐ τοῦ ἀδελφὴν εἶναι. Περισσότερον δὲ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον· μάντεις δὲ, αὐτοῦ καλέ‐
40σαντος, τοῦτο φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι, ὅτι γυνὴ ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. Συ‐ ζήσαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν
45καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρη‐ σιν αὐτῶν εἰς Ἐνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους. Βαβυλωνίους γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ

3

(50)

τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναὰν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Με‐ στραῒμ, πατέρα Αἰγυπτίων. Ἕλληνας δὲ λέγειν τὸν
55Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἐνώχ· τοῦ δὲ Ἐνὼχ γενέσθαι υἱὸν Μα‐ θουσάλαν, ὃν πάντα δι’ ἀγγέλων Θεοῦ γνῶναι, καὶ ἡμᾶς οὕτως ἐπιγνῶναι.

4

(1t)

ΑΡΤΑΠΑΝΟΥ
2tΠερὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς
3tτοῦ Πολυΐστορος.
1 Cap. 18: Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι Ἐρμιοὺθ’, ὃ εἶναι με‐ θερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν, Ἰουδαῖοι· κα‐ λεῖσθαι δὲ αὐτοὺς Ἑβραίους ἀπὸ Ἀβραάμου. Τοῦτον212
5δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰ‐ γυπτίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρολογίαν αὐ‐ τὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους· τῶν δὲ τούτῳ συν‐ ελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐ‐
10δαιμονίαν τῆς χώρας. Ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἀβραὰμ ἀναφέροντα εἰς τοὺς Γίγαντας, τούτους δὲ οἰ‐ κοῦντας ἐν τῇ Βαβυλωνίᾳ, διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνα‐ τον ἐν Βαβυλῶνι κατοικῆσαι, πύργον τε κατασκευάσαντα
15ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. Τὸν δὲ Ἄβραμον τὴν ἀστρο‐ λογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην, καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστε‐ ρον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.

5

(1t)

ΜΟΛΩΝΟΣ
2tΠερὶ τοῦ αὐτοῦ
3tἀπὸ τῆς αὐτῆς γραφῆς.
1 Cap. 19: Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μόλων, κατὰ τὸν κατακλυσμόν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχω‐
5ρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον. Μετὰ δὲ τρεῖς γενεὰς Ἀβραὰμ γενέσθαι, ὃν δὴ μεθερμηνεύεσθαι Πατρὸς φί‐ λον, ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν συγγενῆ,
10τὴν δὲ Αἰγυπτίαν θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι υἱοὺς ιβʹ, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν, καὶ πρώτους βασιλεῦσαι τῶν ἐγ‐ χωρίων· ὅθεν ἕως καθ’ ἡμᾶς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις. Ἐκ δὲ τῆς γαμετῆς υἱὸν
15αὐτῷ γενέσθαι ἕνα, ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθῆναι. Καὶ τὸν μὲν Ἀβραὰμ γήρᾳ τελευτῆσαι· Γέλωτος δὲ καὶ γυναικὸς ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι, καὶ δωδέ‐ κατον Ἰωσὴφ, καὶ ἀπὸ τούτου τρίτον Μωσῆν.» Τοσαῦτα ὁ Πολυΐστωρ, οἷς μεθ’ ἕτερα ἐπιφέρει λέ‐
20γων· «Μετ’ οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἀβραὰμ προστάξαι, Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ· τὸν δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ. Σφάζειν δὲ μέλλοντα κωλυθῆναι
25ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστή‐ σαντος. Τὸν δὲ Ἀβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι.

6

(1t)

ΦΙΛΩΝΟΣ
2tΠερὶ τοῦ αὐτοῦ.
1 Cap. 20: Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν Περὶ Ἱεροσόλυμα· Ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς Ἀβραὰμ κλυτοηχὲς ὑπέρτερον ἅμματι δεσμῶν
5Παμφαὲς, πλήμμυρε, μεγαυχητοῖσι λογισμοῖς θειοφιλῆ θέλγητρα. Λιπόντι γὰρ ἀγλαὸν ἕρκος
αἰνοφύτων, ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων. Ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξ ὅτ’ ἐκείνου ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος.213
10 Ἀρτίχερος θηκτοῖο ξιφηφόρον ἐντύνοντος λήμμασι, καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος, ἀλλ’ ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν· καὶ τὰ τούτοις ἑπόμενα.» Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυΐστο‐
15ρος γραφῆς.

7

(1t)

ΚΛΕΟΔΗΜΟΥ ΤΟΥ ΚΑΙ ΜΑΛΧΟΥ.
1 Josephus Ant. Jud. I, 15: Γαμεῖ δ’ αὐτὸς Χετούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται, πρός τε πόνους καρτε‐ ροὶ καὶ δεινοὶ συνιέναι· Ζαμβράνης, Ἰαζάρης, Μαδά‐
5νης, Μαδιάνης, Ἰωσούβακος, Σοῦος. Φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβαθάνης γίνεται καὶ Δαδάνης. Τούτου δὲ Λατούσιμος, Ἄσσουρις, Λουό‐ μης· Μαδιάνου δὲ Ἐφᾶς, Ὠφρὴν, Ἄνωχος, Ἐβιδᾶς, Ἐλδᾶς. Τούτοις ἅπασι τοῖς παισὶ καὶ υἱωνοῖς Ἄβρα‐
10μος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλο‐ δύτιν καταλαμβάνουσι, καὶ τὴν τῆς Εὐδαίμονος Ἀρα‐ βίας, ὅσον ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν καθήκει. Λέγε‐ ται δὲ ὡς οὗτος ὁ Ὠφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ,
15κατοικήσαντες ἐν αὐτῇ, τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνό‐ ματος Ἀφρικὴν προσηγόρευσαν. Μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, λέγων οὕτως· «Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μάλχος, ὁ ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωϋσῆς ἱστό‐
20ρησεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Χετούρας Ἀβράμῳ ἐγένοντο παῖδες ἱκανοί.» Λέγει δὲ αὐτῶν καὶ τὰ ὀνό‐ ματα, ὀνομάζων τρεῖς, Ἀφέραν, Σουρεὶμ, Ἰάφραν. Ἀπὸ Σουρεὶμ μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο, Ἀφέρα τε καὶ
25Ἰάφρα, πόλιν τε Ἄφραν καὶ τὴν χώραν Ἀφρικὴν ὀνο‐ μασθῆναι. Τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον, γήμαντά τε τὴν Ἄφρα θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον, τούτου δὲ γενέσθαι Σοφῶνα,
30ἀφ’ οὗ τοὺς βαρβάρους Σόφακας λέ‐ γεσθαι.

8

(1t)

ΔΗΜΗΤΡΙΟΥ
2tΠερὶ τοῦ Ἰακώβ.
1 Euseb. l. l. cap. 21: Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυΐστορα. «Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἑβδο‐ μήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας,
5ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τῆς πρὸς ἀδελφὸν κρυφίαν ἔχθραν Ἠσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυ‐ ναῖκα. Ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν δὲ πατέρα καταλιπόντα Ἰσαὰκ
10ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδο‐ μήκοντα ἑπτά. Διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη Λάβαν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχὴλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέ‐ σθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβʹ· ὀγδόῳ μὲν214
15ἔτει, μηνὶ δεκάτῳ, Ῥουβίν· καὶ τῷ ἔτει τῷ ἐννάτῳ, μηνὶ ὀγδόῳ, Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ, μηνὶ ἕκτῳ, Λευΐν· τῷ δὲ ἑνδεκάτῳ ἔτει, μηνὶ τετάρτῳ, Ἰούδαν. Ῥαχήλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελ‐ φὴν, καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδί‐
20σκην Ζελφὰν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλα‐ βεῖν τὸν Νεφθαλεὶμ, τῷ ἑνδεκάτῳ ἔτει, μηνὶ πέμπτῳ, καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱὸν, ὃν ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τε‐
25κεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ. Καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὶν εἰσενεγκεῖν παρὰ Ῥαχὴλ, συλλαβεῖν ἐν γαστρὶ, καὶ τῷ αὐτῷ χρόνῳ τὴν παιδίσκην αὐτῆς Ζελ‐ φὰν, τῷ δωδεκάτῳ ἔτει, μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ
30αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν, καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσαχάρ. Καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει, μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν ᾧ ὄνομα Ζαβου‐ λὼν, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. Ἐν ᾧ καὶ Ῥαχὴλ λα‐
35βεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυ‐ γατέρα Δείναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγο‐ νέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ Λάβαν δώδεκα παι‐ δία. Θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χα‐
40ναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖ‐ ναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ Λάβαν ἔτη εἴκοσι. Πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ Θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακώβ· τὸν δὲ ναρκήσαντα ἐπισκάζειν·
45ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦ‐ ρον. Καὶ φάναι αὐτῷ τὸν ἄγγελον, ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ὀνομασθήσεσθαι. Καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία Ῥουβὶν ἐτῶν ιβʹ μηνῶν δυοῖν, Συμεῶνα

8

(50)

ἐτῶν ιβʹ μηνῶν τεσσάρων, Λευῒν ἐτῶν ιβʹ μηνῶν ἓξ, Ἰουδὰν ἐτῶν θʹ μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτὼ, Ἰσσαχὰρ ἐτῶν ὀκτὼ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν
55δυοῖν, Δείναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν ἓξ μηνῶν τεσσάρων. Παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκα‐ ὲξ μηνῶν τεσσάρων. Ἐξαλλομένους δὲ τοῦ Ἰσραὴλ
60υἱοὺς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς μηνῶν τεσ‐ σάρων, Λευῒν δὲ ἐτῶν εἴκοσι μηνῶν ἓξ, ἀποκτεῖναι τόν
τε Ἐμμὼρ, καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας τοὺς ἄρσενας, διὰ τῆς Δείνης τὴν φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. Ἐλθόντα δὲ οὖν αὐτὸν εἰς215
65Λουζὰ τῆς Βαιθὴλ, φάναι τὸν Θεὸν μηκέτι Ἰακὼβ ἀλλ’ Ἰσραὴλ ὀνομάζεσθαι. Ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χα‐ φραθὰ, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθὰ, ἣν εἶναι Βη‐ θλεὲμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμὶν, καὶ τελευτῆ‐ σαι Ῥαχὴλ, τεκοῦσαν τὸν Βενιαμὶν, συμβιῶσαι δ’
70αὐτῇ τὸν Ἰακὼβ ἔτη εἰκοσιτρία. Αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν, πρὸς Ἰσαὰκ τὸν πα‐ τέρα. Εἶναι δὲ τότε τὸν Ἰωσὴφ ἐτῶν δεκαεπτὰ καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ’ εἶναι αὐτὸν ἐτῶν τριάκοντα,
75Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοή‐ κοντα. Κρίνοντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια, ἄρξαι Αἰγύπτου ἔτη ἑπτὰ, ἐν οἷς καὶ συνοικῆσαι Ἀσε‐ νὲθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ, καὶ
80γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπι‐ γενέσθαι ἔτη βʹ. Τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα, πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν. Ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν
85αὐτὸν δεδηλωκέναι. Ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγε‐ νῶν, φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως, καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι. Διαπορεῖσθαι δὲ, διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε,
90μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. Τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ δὲ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερί‐ δας παραθεῖναι, καὶ αὐτὸν λαβεῖν μίαν· γενέσθαι οὖν
95ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. Ὡσαύ‐ τως καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς, καὶ τῷ πατρὶ ἀποστεῖλαι κατὰ ταὐτὰ, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον. Οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χα‐

8

(100)

ναὰν, ἀφ’ οὗ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ με‐ τελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα, γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιεʹ. Καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ, ἐλθεῖν εἰς Αἴγυ‐
105πτον τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μεʹ, Συμεῶνα ἐτῶν μδʹ, Λευῒν ἐτῶν μγʹ, Ἰού‐ δαν ἐτῶν μβʹ μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μʹ μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν μαʹ μηνῶν ζʹ, Γὰδ ἐτῶν μαʹ μηνῶν γʹ, Ζαβουλὼν ἐτῶν μʹ, Δείναν ἐτῶν λθʹ, Βεν‐
110ιαμὶν ἐτῶν κηʹ. Τὸν δὲ Ἰωσὴφ φησὶ γενέσθαι ἐν Αἰ‐ γύπτῳ ἔτη λθʹ. Εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ εἰσ‐ ελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη γχκδʹ· ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ πα‐ ρουσίας εἰς Αἴγυπτον ἔτη ͵ατξʹ· ἀφ’ οὗ δὲ ἐκλεγῆναι
115Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χα‐ ναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν ἔτη σιεʹ. Ἰακὼβ δὲ ἐκ Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν, ἐτῶν ὄντα πʹ, καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγε‐ νέσθαι ἔτη ιζʹ, ἀφ’ οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴ‐
120γυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξʹ, καὶ γεννῆσαι Κλάθ· τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ
ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζʹ, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϛʹ. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζʹ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν216
125μʹ γεννῆσαι Ἀμρὰμ, ὃν ἐτῶν εἶναι ιδʹ ἐν ᾧ τελευτῆ‐ σαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ριʹ ἐτῶν· Κλὰθ δὲ γενό‐ μενον ἐτῶν ἑκατὸν λγʹ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οεʹ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι
130δὲ Μωσῆν τὸν Ἀμρὰμ ὄντα ἐτῶν οηʹ, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλϛʹ τελευτῆσαι.» Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐ‐ στορος γραφῆς. Ἑξῆς [l. ἐξ ἧς] ἐπισυνήφθω καὶ τάδε.

9

(1t)

ΘΕΟΔΟΤΟΥ
2tπερὶ τοῦ αὐτοῦ.
1 Cap. 22: Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ Περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομα‐ σίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ’ αὐ‐ τήν φησιν ἐν τῇ Περὶ Ἰουδαίων οὕτως·
5Ἡ δ’ ἄρ’ ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλὴ, οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν (v. l. πονοῦσιν) ἐξ αὐτῆς δὲ μάλ’ ἄγχι δύ’ οὔρεα φαίνετ’ ἐρυμνὰ, ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ
10 ἀτραπιτὸς τέτμηται, ἀραίη [αὐλῶπις]· ἐν δ’ ἑτέρωθι ἥδ’ ἱερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος λισσὸν ὑπώρειαν, ὑπὸ δ’ ἔδραμεν αἰπύθεν ἕρκος. Ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι,
15δυναστεύοντος Ἐμμώρ· τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆ‐ σαι Συχέμ. Φησὶ δέ· Ἐνθένδε, ξένε, ποιμενόθι πόλιν ἤλυθ’ Ἰακὼβ, εὐρεῖαν Σικίμων· ἐπὶ δ’ ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχὲμ, μάλ’ ἀτειρέε φῶτε.
20Εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν, καὶ τῶν δύο γυναικῶν γάμον, καὶ τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοπο‐ ταμίας εἰς τὰ Σίκιμα, (Ἐπεὶ δ’) Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο, καὶ εὐρὺ
25ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος· ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν αὐτοκασιγνήτοιο· πρόφρων ὑπέδεκτο δόμονδε Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιὸς, ἀλλὰ τοτ’ οἶος ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λελογχώς.
30Τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν, ἀλλὰ δόλον τολύπευσεν, καὶ ἐς λέχος ἀνέρι πέμπε Λείαν, ἥ οἱ ἔην προγενεστέρη. Οὐδέ μιν ἔμπης
ἔλλαθεν, ἀλλ’ ἐνόησε κακορραφίην, καὶ ἔδεκτο217
35παῖδ’ ἑτέρην, ἀμφοῖν δ’ ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι Τῷ δ’ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς ἕνδεκα, καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα εἶδος, ἐπίτρεπτον δὲ δέμας, καὶ ἀμύμονα θυμόν. Ἀπὸ δὲ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ
40Σίκιμα πρὸς Ἐμμώρ· τὸν δ’ ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώρας δοῦναι. Καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυ‐ γατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν· καὶ τὴν
45Δείναν παρθένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύ‐ ρεως οὔσης, βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν. Αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ, αἰ‐

9

(50)

τεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώ‐ σειν πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περι‐ τεμνομένους ἰουδαΐσαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν αὐτούς. Φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς ὁ Ἰακὼβ,
55 Οὐ μὲν γὰρ θεμιτόν γε τόδ’ Ἑβραίοισι τέτυκται, γαμβροὺς ἄλλοθεν εἴς γε νυοὺς ἀγέμεν ποτὶ δῶμα, ἀλλ’ ὅστις γενεῆς ἐξοίχεται εἶναι ὁμοίης. Εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς, Ὃς ποτ’ ἑῆς πάτρης ἐξήγαγε δῖον Ἀβραὰμ,
60 αὐτὸς ἀπ’ οὐρανόθεν κέλετ’ ἀνέρα παντὶ σὺν οἴκῳ σάρκ’ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ’ ἐτέλεσσεν· ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε. Πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ, καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἕνα τῶν
65Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμ‐ μὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι· λαβόντα δ’ αὐτὸν συγκά‐ ταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προφερόμε‐
70νον τὸν Θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν. Φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν, Εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο· δώσειν γάρ ποτ’ ἔφησε δέκ’ ἔθνεα παισὶν Ἀβραάμ.
75Τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. Φησὶ δὲ, Βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς, οὐδὲ μὲν ἐσθλός· οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας·
80 λοίγια δ’ ὠρώρει τοῖσιν μεμελημένα ἔργα. Τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθω‐ πλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι. Λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως·
85Ὡς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ’ αὐτὸν, πλῆξέ τε οἱ κεφαλὴν, δειρὴν δ’ ἕλεν ἐν χερὶ λεῖῃ, λεῖψε δ’ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει Τόφρα δὲ καὶ Λευὶν ἄσχετος ἔλλαβε χαίτης γούνων ἁπτόμενον Συχὲμ, ἄσπετα μαργήναντα.
90Ἤλασε δὲ κληῖδα μέσην· δῦ δὲ ξίφος ὀξὺ
σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς. Πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐ‐ τῶν ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν218
95πατρῴαν ἔπαυλιν διακομίσαι.

10

(1t)

ΑΡΤΑΠΑΝΟΥ
2tπερὶ Ἰωσήφ.
1 Cap. 23: Τούτοις καὶ τὰ ἑξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς Πολυΐστορος γραφῆς ἐπισυνήφθω. «Ἀρτάπανος δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τῷ Ἀβραὰμ Ἰωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου·
5συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· προειδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι· τοὺς δὲ τὸ ἐπιτυγχα‐ νόμενον ποιῆσαι· εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς
10ἀπογόνους Ἰσραὴλ, υἱοὺς δὲ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελ‐ φούς. Ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συστα‐ θέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. Καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων
15ὑπὸ τῶν κρεισσόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὅροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καί τινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι. Τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων
20διὰ ταῦτα ἀγαπηθῆναι. Γῆμαι δὲ αὐτὸν Ἡλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. Μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοι‐ κισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεο‐
25νάσαι ἐν τῇ Αἰγύπτῳ. Τούτους δέ φησι καὶ τὸ ἐν Ἀθὼς καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Ἑρμιοὺθ ὀνομαζομένους. Μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴρ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. Τὸν οὖν Ἰωσὴφ κρα‐ τοῦντα τῆς Αἰγύπτου τὸν τῶν ἐτῶν ἑπτὰ σῖτον, γενό‐
30μενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι, καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.

11

(1t)

ΦΙΛΩΝΟΣ
2tἀπὸ τῆς αὐτῆς γραφῆς περὶ τοῦ Ἰωσήφ.
1 Cap. 24: Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φί‐ λων ἐν τῇ ιδʹ τῶν Περὶ Ἱεροσόλυμα, λέγων οὕτως· Τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ ὕψιστος, καὶ πρόσθεν ἀπ’ Ἀβρααμοῖο καὶ Ἰσὰκ,
5Ἰακὼβ εὐτέκνοιο τόκος Ἰωσὴφ, ὃς ὀνείρων θεσπιστὴς, σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι, δινεύσας λαθραῖα χρόνου πλημμύριδι μοίρης,
καὶ τὰ ἑξῆς.» Ταῦτα δὲ καὶ περὶ τοῦ Ἰωσήφ.219

12

(1t)

ΑΡΙΣΤΕΟΥ
2tπερὶ τοῦ Ἰώβ.
1 Cap. 25: Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ. «Ἀριστέας δέ φησι ἐν τῷ Περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν ἐν Ἐδὼμ, γεννῆσαι Ἰώβ· κατοι‐
5κεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. Γενέσθαι δ’ αὐτὸν δίκαιον καὶ πολύκτηνον· κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας· εἶχε
10δὲ καὶ γεωργίας ἱκανάς. Τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ἰωβὰθ ὀνομάζεσθαι. Πειράζοντα δ’ αὐτὸν τὸν Θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. Πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ βοῦς ὑπὸ λῃ‐ στῶν ἀπελαθῆναι, εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ
15οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ’ οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας· αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι. Φαύλως δὲ αὐτοῦ διακειμένου, ἐλθεῖν εἰς ἐπίσκηψιν Ἐλίφαν τὸν
20Θαιμανιτῶν βασιλέα, καὶ Βαλδὰδ τῶν Σαυχαίων τύ‐ ραννον, καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ καὶ Ἐλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην. Παρακαλού‐ μενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑ‐ τὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. Τὸν δὲ Θεὸν ἀγα‐
25σθέντα τὴν εὐψυχίαν αὐτοῦ, τῆς τε νόσου αὐτὸν ἀπολῦ‐ σαι, καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι.» Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυίστωρ.

13

(1t)

ΕΥΠΟΛΕΜΟΥ
2tπερὶ Μωσέως.
1 Cap. 26: Καὶ περὶ Μωσέως δὲ ὁ αὐτὸς πάλιν πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον. «Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γε‐ νέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶ‐
5τον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις.»

14

(1t)

ΑΡΤΑΠΑΝΟΥ
2tπερὶ Μωσέως.
1 Cap. 27: «Ἀρτάπανος δέ φησιν ἐν τῇ Περὶ Ἰουδαίων, Ἀβραὰμ τελευτήσαντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψα‐ σθενὼθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώ‐
5θην. Τοῦτον δὲ τοῖς Ἰουδαίοις φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τὴν Κεσσὰν οἰκοδομῆσαι, τό τε ἐπ’ αὐτῇ ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κα‐ τασκευάσαι. Τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινὶ κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων220
10βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασι‐ λεύειν· ταύτην δὲ στείραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν Ἰουδαίων παιδίον, τοῦτο δὲ Μώυσον ὀνομά‐ σαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι. Γενέσθαι δὲ τὸν Μώυσον τοῦτον Ὀρ‐
15φέως διδάσκαλον· ἀνδρωθέντα δ’ αὐτὸν πολλὰ τοῖς ἀν‐ θρώποις εὔχρηστα παραδοῦναι· καὶ γὰρ πλοῖα καὶ μη‐ χανὰς πρὸς τὰς λιθοθεσίας καὶ τὰ Αἰγύπτια ὅπλα καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσο‐ φίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λϛʹ νομοὺς διελεῖν,
20καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν Θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλού‐ ρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν. Ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. Πρό‐
25τερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους. Διὰ ταῦτα οὖν τὸν Μώυσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι
30Ἑρμῆν διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν. Τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν Μωύσου φθονῆσαι αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ’ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. Καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ, τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν
35εὔθετον πέμψαι τὸν Μώυσον ἐπ’ αὐτοὺς στρατηγὸν μετὰ δυνάμεως, τὸ δὲ τῶν γεωργῶν αὐτῷ συστῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρα‐ τιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι. Τὸν δὲ Μώυσον ἐλθόντα ἐπὶ τὸν Ἑρμοπολίτην ὀνομα‐
40ζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεονεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας· λέγειν δέ φησιν τοὺς Ἡλιου‐ πολίτας γενέσθαι τὸν πόλεμον τοῦτον ἔτη δέκα. Τοὺς
45οὖν περὶ τὸν Μώυσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πό‐ λιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ, καὶ τὴν ἴβιν ἐν αὐτῇ καθιερῶσαι διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀν‐ θρώπους ἀναιρεῖν. Προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμοῦ πόλιν. Οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολε‐

14

(50)

μίους, στέρξαι τὸν Μώυσον, ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ’ ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας. Τὸν δὲ Χενεφρῆν, λυ‐ θέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. Παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους,
55τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι, προφυλα‐ κῆς χάριν· τοῖς δὲ προστάξαι τὸν ἐν Διὸς πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὅρος λατομήσαντας· τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα. Τὸν
60δὲ ἐλθόντα μετὰ Μωύσου εἰς Μέμφιν πυθέσθαι παρ’ αὐτοῦ, εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν διὰ τὸ τὴν γῆν ὑπὸ τούτων
ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεύσαντα ταῦρον Ἆπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι,221
65καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωύσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ Μωύσου ἐπινοήματα. Ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων, ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωύσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν, καὶ
70προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν. Μηδενὸς δ’ ὑπα‐ κούσαντος, ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ’ αὐτοῦ· τὸν δὲ ὀνειδι‐ σθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν. Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μερρίδος τελευτησάσης, ὑπο‐
75σχέσθαι τὸν Χενεφρῆν τῷ τε Μωύσῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώυσον ὑπὸ τοῦ Χανεθὼθ ἀναιρεθήσεσθαι. Πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωύσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυ‐
80λάσσοντα αὐτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι. Τι‐ μᾶσθαι δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἔλαττον ἢ τὴν Ἶσιν. Ἀαρῶνα δὲ τὸν τοῦ Μωύσου ἀδελ‐ φὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα, συμβουλεῦσαι
85τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν. Τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ Μωύσου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπάσασθαι τὴν μάχαιραν ἐπ’ αὐτὸν, τὸν
90δὲ Μώυσον προκαταταχήσαντα, τήν τε χεῖρα κατασχεῖν αὐτοῦ, καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανε‐ θώθην· διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν, καὶ Ῥαγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα· τὸν δὲ Ῥαγουῆλον βούλεσθαι στρατεύειν
95ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώυσον, καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κα‐ τασκευάσαι· τὸν δὲ Μώυσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων· τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρα‐ τεύειν τοῖς Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον.

14

(100)

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι· τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προστά‐ ξαι σινδόνας ἀμφιέννυσθαι, ἐρεᾶν δ’ ἐσθῆτα μὴ ἀμπέ‐ χεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ’ αὐτοῦ.
105Τὸν δὲ Μώυσον εὔχεσθαι τῷ Θεῷ ἤδη ποτὲ τοὺς λαοὺς παῦσαι τῶν κακοπαθειῶν. Ἱλασκομένου δ’ αὐτοῦ, αἰ‐ φνιδίως φησὶν ἐκ τῆς γῆς πῦρ ἀναφθῆναι, καὶ τοῦτο κάεσθαι, μήτε ὕλης μήτε ἄλλης τινὸς ξυλείας οὔσης ἐν τῷ τόπῳ. Τὸν δὲ Μώυσον δείσαντα τὸ γεγονὸς φεύγειν·
110φωνὴν δ’ αὐτῷ θείαν εἰπεῖν, στρατεύειν ἐπ’ Αἴγυπτον, καὶ τοὺς Ἰουδαίους διασώσαντα εἰς τὴν ἀρχαίαν ἀγα‐ γεῖν πατρίδα. Τὸν δὲ θαρρήσαντα δύναμιν πολεμίαν ἐπάγειν διαγνῶναι τοῖς Αἰγυπτίοις. Πρῶτον δὲ πρὸς Ἀαρῶνα τὸν ἀδελφὸν ἐλθεῖν· τὸν δὲ βασιλέα τῶν Αἰ‐
115γυπτίων πυθόμενον τὴν τοῦ Μωύσου παρουσίαν καλέ‐ σαι πρὸς αὑτὸν, καὶ πυνθάνεσθαι ἐφ’ ὅ τι ἥκοι· τὸν δὲ φάναι, διότι προστάσσειν αὐτῷ τὸν τῆς οἰκουμένης δε‐ σπότην ἀπολῦσαι τοὺς Ἰουδαίους. Τὸν δὲ πυθόμενον εἰς φυλακὴν αὐτὸν καθεῖρξαι. Νυκτὸς δὲ ἐπιγενομένης,
120τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμω‐
τηρίου, καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι, τά τε ὅπλα κατεαγῆναι. Ἐξελθόντα δὲ τὸν Μώυσον ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑ‐ ρόντα δὲ ἀνεῳγμένας τὰς θύρας εἰσελθεῖν, καὶ ἐνθάδε222
125τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. Τὸν δὲ ἐκπλαγέντα ἐπὶ τῷ γεγονότι κελεῦσαι τῷ Μωύσῳ τὸ τοῦ πέμψαντος αὐτὸν θεοῦ εἰπεῖν ὄνομα, διαχλευά‐ σαντα αὐτόν· τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα πεσεῖν ἄφωνον, διακρατη‐
130θέντα δὲ ὑπὸ τοῦ Μωύσου πάλιν ἀναβιῶσαι· γρά‐ ψαντα δὲ τοὔνομα εἰς δέλτον κατασφραγίσασθαι· τῶν δὲ ἱερέων τὸν ἐκφαυλίσαντα ἐν τῇ πινακίδι τὰ γεγραμ‐ μένα μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν· εἰπεῖν δὲ τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιῆσαι· τὸν δὲ Μώυσον
135ἣν εἶχε ῥάβδον ἐκβαλόντα ὄφιν ποιῆσαι· πτοηθέντων δὲ πάντων, ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι, καὶ πάλιν ῥάβδον ποιῆσαι. Προελθόντα δὲ μικρὸν, τὸν Νεῖ‐ λον τῇ ῥάβδῳ πατάξαι· τὸν δὲ ποταμὸν πολύχουν γε‐ νόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον· ἀπὸ τότε
140δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι· συναγαγὸν δὲ τὸ ὕδωρ ἀποζέσαι, καὶ τὰ ποτάμια διαφθεῖραι ζῷα, τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι. Τὸν δὲ βασιλέα, τούτων γενομένων τῶν τεράτων, φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν· τὸν δὲ
145Μώυσον πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ συστεῖλαι τὸ ῥεῦμα. Τούτου δὲ γενομένου, τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς ἀναιρήσειν καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργή‐ γωσί τι. Τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν

14

(150)

δράκοντα ποιῆσαι, καὶ τὸν ποταμὸν μεταχρῶσαι. Τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. Τὸν δὲ Μώυσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιῆσαι καὶ πατάξαντα τὴν γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι
155λυμαίνεσθαι τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι τὰ σώματα. Τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτως πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους. Πάλιν δὲ τὸν Μώυσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖ‐ ναι, πρὸς δὲ τούτοις ἀκρίδας καὶ σκνῖφας. Διὰ τοῦτο δὲ
160καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πᾶν ἱε‐ ρὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἶσιν, παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα ἀνεῖναι. Τοῦ δὲ βα‐ σιλέως ἔτι ἀφρονουμένου, τὸν Μώυσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν
165φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. Συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας, τῶν δὲ ναῶν τοὺς πλείστους. Τελευταῖον τοσαύταις συμφοραῖς πε‐ ριπεσόντα τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι· τοὺς
170δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώ‐ ματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν, ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν Ἐρυθρὰν τρι‐ ταίους ἐλθεῖν θάλασσαν. Μεμφίτας μὲν οὖν λέγειν, ἔμπειρον ὄντα τὸν Μώυσον τῆς χώρας τὴν ἄμπωτιν
175τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶ‐ σαι· Ἡλιουπολίτας δὲ λέγειν, ἐπικαταδραμεῖν τὸν βα‐ σιλέα μετὰ πολλῆς δυνάμεως ἅμα καὶ τοῖς καθιερωμέ‐ νοις ζῴοις, διὰ τὸ τὴν ὕπαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν. Τῷ δὲ Μωύσῳ223
180θείαν φωνὴν γενέσθαι, πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆναι· τὸν δὲ Μώυσον ἀκούσαντα, ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆ‐ ναι, τὴν δὲ δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι. Συν‐ εμβάντων δὲ τῶν Αἰγυπτίων καὶ διωκόντων, φησὶ πῦρ
185αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαρά‐ κοντα ἔτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς
190τοῦ Θεοῦ κρῖμνον, ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. Γεγονέναι δέ φησι τὸν Μώυσον μακρὸν, πυρρακῆ, πολιὸν, κομήτην, ἀξιωματικόν. Ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.»

16

(1t)

ΔΗΜΗΤΡΙΟΥ
2tπερὶ Μωσέως.
1 Cap. 29: Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα, ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γρά‐ ψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μα‐
5διὰμ, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοιχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἀβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἀβραὰμ ἐκ Χεττούρας ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι Δαδάν· ἐκ δὲ τοῦ Δαδὰν Ῥαγουήλ· ἐκ δὲ
10τοῦ Ῥαγουὴλ Ἰοθὸρ καὶ Ἀβάβ· ἐκ δὲ τοῦ Ἰοθὸρ Σεπφώ‐ ραν, ἣν γῆμαι Μωσῆν. Καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἀβραὰμ ἕβδομον, τὴν δὲ Σεπφώραν ἕκτην. Συνοικοῦντος γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ’ οὗ Μω‐
15σῆν εἶναι, γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμʹ, καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ ὄντα ἐτῶν ἑκατὸν γεννῆσαι. Ὥστε μβʹ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαὰρ ἀφ’ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι. Οὐδὲν οὖν ἀντιπίπτει τὸν Μωσῆν
20καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. Κατοικεῖν δ’ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἀβραὰμ παίδων ὀνομασθῆναι. Φησὶ γὰρ τὸν Ἀβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι· διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ
25Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.224

18

(1t)

ΕΥΠΟΛΕΜΟΥ,
2tπερὶ Δαβὶδ καὶ Σολομῶνος.
1 Cap. 30: Εὐπόλεμος δέ φησιν ἔν τινι περὶ τῆς Ἠλίου προφητείας, Μωσῆν προφητεῦσαι ἔτη μʹ· εἶτα Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱὸν ἔτη λʹ, βιῶσαι δ’ αὐτὸν ἔτη ριʹ, πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σηλοῖ. Μετὰ δὲ ταῦτα
5προφήτην γενέσθαι Σαμουήλ. Εἶτα δὲ τοῦ Θεοῦ βουλή‐ σει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἱρεθῆναι, ἄρξαντα δὲ ἔτη καʹ τελευτῆσαι. Εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν, καὶ τὴν Κομμαγηνὴν,
10καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. Στρα‐ τεῦσαι δ’ αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους, αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασι‐ λέα Τύρου καὶ Φοινίκης, οὓς καὶ ἀναγκάσαι φόρους
15Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγυπτίων βασιλέα φιλίαν συνθέσθαι. Βουλόμενόν τε Δαβὶδ οἰκο‐ δομῆσαι ἱερὸν τῷ Θεῷ, ἀξιοῦν τὸν Θεὸν τόπον αὐτῷ δεῖ‐ ξαι τοῦ θυσιαστηρίου· ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν
20Ἱεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρῦσθαι τὸ ἱερὸν διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφῦρθαι καὶ πολλὰ ἔτη πε‐ πολεμηκέναι. Εἶναι δ’ αὐτῷ ὄνομα Διαναδάν· προστά‐ ξαι δὲ αὐτῷ τοῦτον, ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδο‐ μίαν· αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν
25ἀνήκοντα, ἀργύριον, χαλκὸν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα. Ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπη‐ γήσασθαι ἐν Ἀϊλάνοις πόλει τῆς Ἀραβίας, καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ
30χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν. Βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μʹ Σαλο‐ μῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβʹ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν ιβʹ φυλάρχων, καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλ‐
35κὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. Καὶ αὐτὸν μὲν τελευτῆσαι, Σαλομῶνα δὲ βασιλεύειν, καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπο‐ γεγραμμένην ἐπιστολήν. Cap. 31: Βασιλεὺς Σαλομῶν Οὐαφρῇ βα‐
40 σιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν. Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ Θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχό‐ τος μοι οἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν· ἅμα δέ σοι γράψαι, ἀποστεῖλαί μοι
45τῶν παρά σου λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται. Cap. 32: Βασιλεὺς Οὐαφρῆς Σαλομῶνι βα‐
σιλεῖ μεγάλῳ χαίρει
ν. Ἅμα τῷ ἀναγνῶναι τὴν παρά σου ἐπιστολὴν σφόδρα

18

(50)

ἐχάρην, καὶ λαμπρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύ‐
ναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλι‐ κούτου θεοῦ. Περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας225
55ὀκτὼ, ὧν καὶ τὰ πλήθη, ἐξ ὧν εἰσὶ, διασεσάφηκά σοι. Ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ, μυρίους· ἐκ δὲ τοῦ Μεν‐ δησίου καὶ Σεβεννύτου, δισμυρίους· [ἐκ δὲ τοῦ] Βου‐ σιρίτου, Λεοντοπολίτου καὶ Βαθριθίτου, ἀνὰ μυρίους. Φρόντισον
60δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενομένης (sic). Cap. 33: Βασιλεὺς Σαλομῶν Σούρωνι τῷ βασιλεῖ Τύρου καὶ Σιδῶνος καὶ Φοινίκης,
65 φίλῳ πατρικ, χαίρειν. Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δα‐ βὶδ τοῦ πατρὸς διὰ τοῦ Θεοῦ τοῦ μεγίστου, ἐπιτεταχό‐ τος μοι οἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν· ἅμα δὲ καί σοι γράψαι, ἀποστεῖλαί
70μοι τῶν παρά σου λαῶν, οἳ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ Θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. Γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμαρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλα‐ δῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας κατὰ
75μῆνα, κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. Τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεοφαγίαν ἐκ τῆς Ἀραβίας.
80Cap. 34: Σούρων Σαλομῶνι βασιλεῖ μεγάλῳ
χαίρει
ν. Εὐλογητὸς ὁ Θεὸς, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτι‐ σεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός. Ἅμα τῷ ἀναγνῶναι τὴν παρά σου ἐπιστολὴν σφόδρα
85ἐχάρην, καὶ εὐλόγησα τὸν Θεὸν ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν. Περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας ἐκ
90τῆς φυλῆς τῆς Δαβίδ. Ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων [τῶν κατὰ] ἀρχιτεκτο‐ νίαν, ὑφηγήσεταί σοι καὶ ποιήσει. Περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπι‐ στείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ
95δέοντα. Διελθὼν δὲ Σαλομῶν, ἔχων τοὺς πατρικοὺς φίλους, ἐπὶ τὸ ὄρος τοῦ Λιβάνου, μετὰ τῶν Σιδωνίων καὶ Τυ‐ ρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ

18

(100)

πεζῇ εἰς Ἱεροσόλυμα. Καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ Θεοῦ, ὄντα ἐτῶν ιγʹ· ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα καὶ φυλὰς ιβʹ τῶν Ἰουδαίων, καὶ πα‐ ρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ Θεοῦ,
105μῆκος πηχῶν ξʹ, πλάτος πηχῶν ξʹ, τὸ δὲ πλάτος τῆς
οἰκοδομῆς καὶ τῶν θεμελίων, πηχῶν ιʹ· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ Θεοῦ. Οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς226
110βʹ δόμους. Οὕτω δ’ αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔξω‐ θεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθί‐ νην οἰκοδομὴν μὴ φαίνεσθαι· χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη, καὶ προσ‐ τιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις
115τὴν ὁλκὴν, μαστοειδέσι τὸν ῥυθμὸν, τέτταρσι δὲ τὸν ἀριθμόν. Οὕτω δ’ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέαντα.
120Ποιῆσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος. Εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος, κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δὲ καὶ λυ‐
125χνίας χρυσᾶς, δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν. Στῆσαι δ’ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δ’ αὐτὸν καὶ λύχνους χρυσοῦς οʹ, ὥστε καίεσθαι ἐφ’
130ἑκάστης λυχνίας ἑπτά. Οἰκοδομῆσαι δὲ τὰς πύλας τοῦ ἱεροῦ, καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσί‐ νοις. Ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοὺς μηʹ.
135Κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κʹ, καὶ πλάτος πηχῶν κʹ, τὸ δὲ ὕψος πηχῶν εʹ. Ποιῆσαι δὲ ἐπ’ αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προκλύ‐ ζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι
140δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς, χωνευτὰς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομήκεις, καὶ στῆσαι ἐξ ὑστέ‐ ρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστη‐ ρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἵν’ ἐφεστήκῃ ἐπ’ αὐτῆς ὁ βα‐
145σιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κεʹ ἐπὶ πήχεις κʹ, τὸ δὲ ὕψος πηχῶν ιβʹ. Ποιῆ‐ σαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ

18

(150)

ὕψει τὸν ναὸν πήχεις κʹ, καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δικτύϊ κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δικτύας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας, καὶ ἀπο‐ σοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μήτε
155νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν, καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγο‐ ρευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν Ἱερὸν Σαλομῶ‐
160νος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα ἐλθεῖν εἰς Σηλὼμ, καὶ θυσίαν τῷ Θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χι‐227
165λίους. Λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν, καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βω‐ μὸν τὸν χρυσοῦν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθὼς προστάξαι
170αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ Θεῷ θυσίαν μυ‐ ρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακο‐ σίους. Τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων [μυρία καὶ?] υξʹ· εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην
175κατασκευὴν, ἀργυρίου τάλαντα χίλια διακόσια τριακον‐ ταδύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν, τάλαντα μυρία ὀκτακισχίλια πεντήκοντα. Ἀποπέμψαι δὲ τὸν Σαλομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἐκάστῳ χρυσοῦ
180σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι. Τῷ δὲ Σούρωνι εἰς Τύ‐ ρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον
185ἐν τῷ ἱερῷ τοῦ Διός.

19

(1t)

ΘΕΟΦΙΛΟΥ.
1 Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σαλομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.

20

(1t)

ΕΥΠΟΛΕΜΟΥ.
1 Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σαλομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. Βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὧν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μʹ.

21

(1t)

ΤΙΜΟΧΑΡΟΥΣ.
1 Cap. 35: Τιμοχάρης δέ φησιν ἐν τοῖς Περὶ Ἀντιό‐ χου τὰ Ἱεροσόλυμα τὴν μὲν περίμετρον ἔχειν σταδίους μʹ· εἶναι δ’ αὐτὴν δυσάλωτον, πάντοθεν ἀπορρῶξι πε‐ ρικλειομένην φάραγξιν. Ὅλην δὲ τὴν πόλιν ὕδασι
5καταρρεῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀπορρεόν‐ των ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι. Τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι· ἀπὸ δὲ τῶν μʹ σταδίων πάλιν κάθυδρον ὑπάρχειν.

22

(1t)

[ΞΕΝΟΦΩΝΤΟΣ]
2tΤοῦ τῆς Συρίας σχοινομέτρησιν γράψαντος.
1 Cap. 36: Ὁ δὲ τῆς Συρίας σχοινομέτρησιν γράψας ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου
τε καὶ τραχέος τόπου· ᾠκοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλείονα ἀπὸ χά‐228
5λικος· καὶ ἔχειν μὲν περίμετρον τὴν πόλιν σταδίων κζʹ· ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ ὕδωρ δαψιλὲς ἀναβλύζουσαν.

23

(1t)

ΦΙΛΩΝΟΣ.
1 Cap. 37: Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς Περὶ Ἱεροσολύ‐ μων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραί‐ νεσθαι, ἐν δὲ τῷ θέρει πληροῦσθαι. Λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως·
5 Νηχόμενος δ’ ἐφύπερθε, τὸ θαμβηέστατον ἄλλο δέρκηθρον σὺν ἀοιδᾷ [σοι ἀείδω?] μεγιστούχοιο λοετροῖς ῥεύματος ἐμπίμπλησι βαθὺν ῥόον ἐξανιείσης, καὶ τὰ ἑξῆς. Οἷς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει·
10 Ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν ἱέμενον, πολυγηθὲς, ὑπὲρ πύργοισιν ὄροισι στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα, κρήνης τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν, Καὶ τὰ τούτοις ἀκόλουθα. Εἶτα πάλιν περὶ τῆς τοῦ
15ἀρχιερέως κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως· Αἰπὺ δ’ ἄρ’ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι σωλῆνες καὶ ὅσα ἄλλα τούτοις ἕπεται. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυΐστορος.

24

(1t)

ΕΥΠΟΛΕΜΟΥ
2tπερὶ Ἱερεμίου τοῦ προφήτου.
1 Cap. 39: Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυΐστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιω‐ πῆσαι ταύτην πάντως ἂν εἴη παραλογώτατον. Κείσθω τοίνυν καὶ αὕτη.
5 «Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἱερε‐ μίαν τὸν προφήτην. Τοῦτον ὑπὸ τοῦ Θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ χρυσῷ, ᾧ εἶναι ὄνομα Βαάλ. Τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. Τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπι‐
10βαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν, καὶ σκάψειν τὰς τοῦ Τίγριδος καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. Τῶν δὲ Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα, πα‐
15ρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν
αὐτῷ. Παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους, καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυ‐ ριάδας δώδεκα, καὶ [πεζῶν] ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι, καὶ Γαλιλαίαν καὶ229
20Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλαδίτιδι οἰκοῦντας Ἰου‐ δαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν, καὶ τὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντας εἰς Βαβυλῶνα ἀποστεῖλαι, χωρὶς τῆς κιβωτοῦ καὶ τῶν
25ἐν αὐτῇ πλακῶν· ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν.»

24a

Eusebius P. E. X, 10: Ἀπὸ Ὠγύγου, ἐφ’ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς, Φορω‐ νέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ,
5μέχρι πρώτης Ὀλυμπιάδος ἔτη συνάγεται χίλια εἴκο‐ σιν. Ταῦτα γὰρ οἱ τὰ Ἀθηναίων ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θάλλος καὶ Διόδωρος, Ἀλέξανδρός τε ὁ Πολυΐστωρ, καί τινες τῶν καθ’ ἡμᾶς ἀκριβέστερον
10ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων.

24b

Justin. Martyr. Cohortat. ad Graecos: Καὶ οἱ τὰ Ἀθηναίων ἱστοροῦν‐ τες, Ἑλλάνικός τε καὶ Φιλόχορος, οἱ τὰς Ἀτθίδας, Κάστωρ δὲ καὶ Θάλλος καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, ...
5ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχον‐ τος Μωϋσέως μέμνηνται.

t25-29

ΙΤΑΛΙΚΑ [ΠΕΡΙ ΡΩΜΗΣ] ἐν βιβλίοις πέντε.

25

Suidas v. Ἀλέξανδρος. Συνέγραψε ... καὶ Περὶ Ῥώ‐ μης βιβλία πέντε. Ἐν τούτοις λέγει ὡς γυνὴ γέγονεν Ἑβραία, Μωσὼ, ἧς ἐστι σύγγραμμα ὁ παρ’ Ἑβραίοις νόμος.

26

Plutarch. Parall. min. c. 40: Ἄννιος δὲ, Τούσκων βασιλεὺς, ἔχων θυγατέρα εὔμορφον, τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δ’ ἐκ τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν, ἠράσθη, καὶ μὴ στέγων τὸν
5ἔρωτα, ἥρπασε καὶ ἦγεν εἰς Ῥώμην. Ὁ δὲ πατὴρ ἐπι‐ διώξας καὶ μὴ συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον πο‐ ταμὸν, ὃς Ἀννίων μετωνομάσθη· τῇ δὲ Σαλίᾳ συγγε‐ νόμενος Κάθητος, ἐποιήσατο Λατῖνον καὶ Σάλιον, ἀφ’ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος, ὡς Ἀριστείδης
10Μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τρίτῳ Ἰτα‐ λικῶν.

27

Servius ad Vergil. Aen. VIII, 430: Quod Livius dicit ab Albano rege Tyberino Tybrin dictum, non procedit, ideo quod etiam ante Albam Tybris di‐ ctus invenitur. Sed hic Alexandrum sequitur, qui230
5dixit Tyberinum Capeti filium venantem in hunc fluvium incidisse. Nam et a pontificibus indigitari solet.

28

Idem ibid. X, 388: [Rhoeti de gente vetusta An‐ chemolum.] Haec fabula in Latinis nusquam inve‐ nitur auctoribus. Avienus tamen qui totum Virgi‐ lium et Livium iambis scripsit, hanc commemorat
5dicens Graecam esse. Rhoetus ergo Marrubiorum rex fuerat in Italia, qui Anchemolo filio Caspe‐ riam superinduxit novercam: hanc privignus stu‐ pravit. Quo cognito, quum eum pater persequeretur et ad poenam vocaret, fugiens se ille ad Daunum
10contulit. Merito ergo in bello Turni, Dauni filio Anchemolus gratiam reddit. Gente au‐ tem vetusta, ideo quod a Phorco deo marino origi‐ nem ducere legitur. Hoc totum Alexander Polyhi‐ stor tradit, quem Lucius Sylla civitate donavit.

29

Plinius H. N. III, 16: Orobiorum stir‐ pis esse Comum atque Bergomum et Liciniforum et aliquot circa populos auctor est Cato, sed originem gentis ignorare se fatetur, quam docet Cornelius
5Alexander ortam a Graecia, interpretatione etiam nominis, vitam in montibus degentibus.

t30-31a

DE ILLYRICO TRACTU.

30a

Valerius Maxim. VIII, 13: Alexander vero, in eo volumine quod de Illyrico tractu composuit, affirmat Danthona quendam ad quingentesimum usque annum nulla ex parte senescentem proces‐
5sisse.

30b

Plinius H. N. VII, 49: Alexander Cornelius Dandonem quendam in Illyrico D vixisse (ait).

31

(1t)

[Iberia.]
1 Steph. Byz.: Γάδειρα ... ὁ πολίτης Γαδειρεύς ... λέγεται καὶ Γαδειρίτης, ὡς Ἀλέξανδρος ὁ Πολυΐστωρ.

31a

(1t)

[Graecia.]
1 Constantin. Porphyr. De them. II, 5: Ἑλλὰς ἡ χώρα ἐκλήθη ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, ὃς δυ‐ ναστεύσας τῆς Φθιώτιδος τοὺς ὑπηκόους ἑαυτῷ γενο‐ μένους ἀντὶ Γραικῶν Ἕλληνας ἐκάλεσε· καὶ τότε πρῶ‐
5τον Ἑλλὰς ὠνομάσθη. Οὐκ ἦν δὲ τοῦτο παλαιὸν ὄνομα ἔθνους, ἀλλὰ φωνῆς τῆς Ἑλληνικῆς ἰδίωμα, ὡς ὁ συγ‐ γραφεὺς Ἀλέξανδρός φησι, τὴν ὀνομασίαν νεωτερικὴν εἰδώς. Δοκεῖν δέ μοι οὐδὲ τὸ ὄνομα τοῦτο σύμπασά πως εἶχεν ἡ χώρα. Οὐδ’ ὁ ποιητὴς ἐμνήσθη Ἑλλήνων, Ἀρ‐
10γείους αὐτοὺς ἀποκαλῶν, ἀλλὰ Θεσσαλοὺς μόνον ἀπο‐ καλῶν, καὶ Ἑλλάδα τὴν ὑπ’ Ἀχιλλεῖ πόλιν, ὡς Ἀλέ‐ ξανδρός φησιν ὁ Πολυΐστωρ, οὐδαμοῦ τοὺς σύμπαντας ὠνόμασεν Ἕλληνας, οὐδ’ ἄλλους ἢ τοὺς μετὰ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος πρὸς τὴν Ἴλιον ἐκπλεύσαντας.

t32

ΚΡΗΤΙΚΑ. E LIBRO PRIMO:

32

Schol. Apoll. Rh. IV, 1491: Ἀλέξανδρος δὲ ἐν πρώτῳ Κρητικῶν τῇ Ἀκακαλλίδι συνελθεῖν φησὶ τὸν Ἑρμῆν καὶ τὸν Ἀπόλλωνα· καὶ ἐκ μὲν Ἀπόλλωνος γενέσθαι Νάξον, ἐκ δὲ Ἑρμοῦ Κύδωνα, ἀφ’ οὗ ἡ πόλις
5Κυδωνία καλεῖται ἐν Κρήτῃ. Τὸν δὲ Ἀκακαλλίδος υἱὸν Ἀμφίθεμιν καὶ Γαράμαντα κληθῆναί φησιν. Ἄδηλον δὲ, πότερον ἀπὸ τοῦ Γαράμαντος τούτου οἱ ἐν τῇ Λιβύῃ
Γαράμαντες ὠνομάσθησαν, ἢ οὗτος ἀπὸ τοῦ ἔθνους.231

t33-38

ΠΕΡΙ ΕΥΞΕΙΝΟΥ ΠΟΝΤΟΥ.

33-38

Stephan. Byz: Ἄβιοι, ἔθνος Σκυθικόν .., Ἀλέξαν‐ δρος δὲ ἐν τῷ Περὶ Εὐξείνου Πόντου φησὶν, ὡς Διόφαν‐ τος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν.
5 Ἰάμοι, Σκυθίας ἔθνος, ὡς Ἀλέξανδρος ἐν τῷ Περὶ Εὐξείνου Πόντου μυθολογεῖ. Ὑλέα, χώρα Ποντικὴ, Ἀβικὴ λεγομένη, τουτέστιν Ὑλαία. Ἀλ. ἐν τῷ Περὶ Πόντου. Τύρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ Πόντῳ.
10Ὁ δὲ Πολυΐστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυράνους (φησί). Ὕπανις, ποταμὸς καὶ πόλις μεταξὺ τοῦ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης. Ἀλέξανδρος δὲ ὁ Πολυΐστωρ φησὶν, ὅτι ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος
15εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δὲ ἕτερον εἰς τὸν Πόντον. Τάναϊς, πόλις ὁμώνυμος τῷ ποταμῷ. Στράβων ἑβδόμῃ, ὡς Ἀλέξανδρος ὁ Πολυΐστωρ· «Κατὰ δὲ τὰς εἰς τὴν λίμνην τὴν Μαιῶτιν ἐκβολὰς τοῦ Τανάϊ‐
20δος πόλις Ἑλληνικὴ ἔκτισται Ταναῒς, ἥτις καὶ Ἐμπό‐ ριον ὀνομάζεται.» Ἅγιον, τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυΐστωρ.

t39-41

ΠΕΡΙ ΒΙΘΥΝΙΑΣ.

39-41

Etym. M.: Κύβελον, ὄρος ἐν Φρυ‐ γίᾳ, ἔνθα τῆς μητρὸς τῆς Κυβέλης ἱερὸν ἅγιόν ἐστιν. Ἀλέξανδρος δὲ ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Βιθυνίας· «Ἔοικεν οὖν Κυβέλη ἀπὸ τοῦ ὄρους κληθῆναι.»
5 Stephan. B.: Καλλίπολις, πολίχνιον Λαμψάκου, ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπ’ ἀκτῆς κειμένη, ὡς Ἀλέξανδρος ἐν τῷ Περὶ Βιθυνίας. Λίβυσσα, φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς Πολυΐστωρ Ἀλέξανδρος.

t42-44

ΠΕΡΙ ΠΑΦΛΑΓΟΝΙΑΣ.

42-44

Idem: Γάγγρα, πόλις, θηλυκῶς· ἣν Ἀλέξανδρος ἐν τῷ Περὶ Παφλαγονίας ἀναγράφει λέγων οὕτως, ὅτι Νικόστρατός φησιν αἰπόλον νεμεῖν περὶ τοὺς τόπους αἶγας· μίαν δὲ χωριζομένην, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν
5μὲν τῷ οἴκῳ ἐνδεᾶ ηὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. Ὁ δὲ ἔφη ἐπιτηρῆσαι τὴν χω‐ ριζομένην. Ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα πρόσβατον (ἀπρ.?) πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ
10συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. Ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί. Ἄγκυρα: Τὰ Γάγγρα ... ἀλλὰ καὶ θηλυκῶς λέγεται ἡ Γάγγρα, ὡς Πολυΐστωρ φησὶν, αἰπόλον φάναι περὶ
15τὸν τόπον αἶγας νέμοντα, κτίσαντα οὖν πόλιν οὕτως
ὀνομάσαι. Οὕτω γὰρ ὄνομα τῇ αἰγί. Δάριδνα, πόλις Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς.232

t45-48

ΠΕΡΙ ΦΡΥΓΙΑΣ. E LIBRO TERTIO.

45-47

Idem: Ἀκμόνια, πόλις Φρυγίας ὡς Ἀλ. ὁ Πο‐ λυΐστωρ ἐν τρίτῳ Περὶ Φρυγίας. Κτίσαι δ’ αὐτὴν Ἄκμονα τὸν Μανέως. Φαρνακία, χώρα καὶ πόλις Ποντικὴ ... Ἔστι καὶ
5Φρυγίας Φαρνάκιον, ὡς Ἀλ. Περὶ Φρυγίας τρίτῳ. Γάλλος, ποταμὸς Φρυγίας. Οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Πο‐ ταμογαλληνοὶ, οὓς παρατίθεται ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν
10ἀποκόψαι τὰ αἰδοῖα, καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τύραν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλ‐ λον καλέσαι· ἀπὸ ἐκείνου γὰρ (l. καὶ) τοὺς τεμνομένους τὰ αἰδοῖα Γάλλους καλοῦσι.

48

Plutarchus De fluv. c. 10: Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας, κατὰ πόλιν Κελαινὰς κείμενος· κα‐ τηγορεύετο δὲ πρότερον πηγὴ Μίδου, δι’ αἰτίαν τοιαύ‐ την· Μίδας, βασιλεὺς Φρυγῶν, ἐρχόμενος τὰ ἐρημότερα
5τῆς χώρας, καὶ ἀνυδρίᾳ συνεχόμενος, ἥψατο τῆς γῆς, καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενο‐ μένου· καὶ ὑπόδιψος ὢν, καὶ τῶν ὑποτεταγμένων θλι‐ βομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δ’ ἐπή‐ κοος ὁ θεὸς, δαψιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ
10τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδου πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρ‐ σύας διὰ τοιαύτην αἰτίαν. Νικηθέντος ὑπ’ Ἀπόλλωνος Μαρσύου καὶ ἐκδαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρ‐
15σύας καλούμενος· καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γʹ Φρυγιακῶν.

t49-52

E LIBRIS INCERTIS.

49-51

Steph. B: Ἄμβασον, μητρόπολις τῶν Φρυγῶν. Ὁ πολίτης Ἀμβασίτης, ὡς Πολυΐστωρ Ἀλέξανδρος. Μητρόπολις, πόλις Φρυγίας, ἀπὸ τῆς μητρὸς τῶν θεῶν οἰκισθεῖσα, ὡς Ἀλ. ἐν τῷ Περὶ Φρυγίας. Ἔστι
5καὶ ἄλλη Φρυγίας. Μανήσιον, πόλις Φρυγίας· Ἀλέξανδρος· ἀπὸ Μάνου, σφόδρα εὐπόρου κτίστου. Μάνταλος, πόλις Φρυγίας, ὡς ὁ Πολυΐστωρ Ἀλέ‐ ξανδρος, ἀπὸ Μαντάλου κτίστου αὐτῆς.

52

Plutarch. De mus. c. 5: Ἀλέξανδρος δ’ ἐν τῇ Συναγωγῇ τῶν Περὶ Φρυγίας, κρούματα Ὄλυμπον ἔφη πρῶτον εἰς τοὺς Ἕλληνας κομίσαι, ἔτι δὲ καὶ τοὺς Ἰδαίους Δακτύλους. Ὕαγνιν δὲ πρῶτον
5αὐλῆσαι, εἶτα τὸν τούτου υἱὸν Μαρσύαν, εἶτ’ Ὄλυμπον, ἐζηλωκέναι δὲ τὸν Τέρπανδρον Ὁμήρου μὲν τὰ ἔπη,
Ὀρφέως δὲ τὰ μέλη.233

t53-64

ΠΕΡΙ ΚΑΡΙΑΣ. E LIBRO PRIMO.

53

Schol. Apollon. Rhod. I, 551: Ἀρμενίδας ἐν τοῖς Θηβαϊκοῖς Ἀμφικτύονος υἱὸν Ἰτωνὸν ἐν Θεσσαλίᾳ γεννηθῆναι, ἀφ’ οὗ Ἴτων πόλις, καὶ Ἰτωνὶς Ἀθηνᾶ. Μέμνηται καὶ Ἀλέξανδρος ἐν πρώτῳ Καρικῶν ὑπομνη‐
5μάτων.

54-55

Steph. Byz: Καρόπολις, πόλις Καρίας. Ἀλ. Καρικῶν πρώτῳ. Ναξία, πόλις Καρίας. Ἀλ. ἐν πρώτῳ Περὶ Καρίας.

t56-63

E LIBRO SECUNDO.

56-63

Idem: Ἄμος, πόλις Καρίας, ὡς Ἀλ. ἐν τῷ Περὶ Καρίας δευτέρῳ. Ἄργιλα, πόλις Καρίας. Τὸ ἐθνικὸν Ἀργιλίτης, ὡς Ἀλ. ἐν τῷ Περὶ Καρίας βʹ.
5 Δύνδασον, πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ Περὶ Καρίας βʹ· «Αὖθις δ’ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆ‐ σαι.» Ἄλινδα, πόλις Καρίας, ὡς Πολυΐστωρ. Λάβαρα, πόλις Καρίας. Ἀλ. δευτέρῳ Περὶ Καρίας.
10 Μούμαστος, ὡς Βούβαστος, πόλις Καρίας. Ἀλ. δευτέρῳ Καρικῶν. Τύμνος, πόλις Καρίας. Ὁ πολίτης Τύμνιος. Ἀλ. ἐν τῷ Περὶ Καρίας δευτέρῳ.

64a

Idem: Καβαλὶς, πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάνδρου. Στράβων τρισκαιδεκάτῃ. Ἡ γε‐ νικὴ Καβαλίδος. Ὁ πολίτης Καβαλεύς. Ἑκαταῖος Ἀσίᾳ. Καὶ θηλυκῶς, ὡς Στράβων ἐν τῇ εἰρημένῃ. Ἀπόγονοι
5δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβα‐ λίδα. Ὁ δὲ Πολυΐστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν· εἶναι δὲ τὸ γένος αὐτὴν Ὀλβίαν.

64b

[Schol. Apoll. Rh. I, 925: Ἔστι καὶ ἑτέρα Χερσόνησος Καρίας, ἔνθεν ἦν Ἀλέξανδρος ὁ Περὶ Καρίας γράψας.]

t65-77

ΠΕΡΙ ΛΥΚΙΑΣ. (Λυκιακά. Περίπλους Λυκίας.) E LIBRO PRIMO.

65-72

Steph. Byz.: Γάγαι, πόλις Λυκίας, ἣν καὶ Πα‐ λαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλ. ἐν πρώτῃ Λυκιακῶν. Ἐρυμνα, πόλις Λυκίας. Ἀλεξ. ἐν πρώτῃ Λυ‐ κιακῶν.
5 Λάμος, ποταμὸς Κιλικίας, καὶ ἡ παρ’ αὐτὸν χώρα Λαμουσία, ὡς Ἀλ. ὁ Πολ. ἐν πρώτῳ Λυκιακῶν. Μολύνδεια, πόλις Λυκίας, ἀπὸ Μολυνδαίου. Ἀλ. ἐν τῷ Περὶ Λυκίας πρώτῳ. Οἰνόανδα, πόλις Λυκίας, Ἀλ. ἐν πρώτῳ Λυκια‐
10κῶν. Σίδυμα, πόλις Λυκίας, ἧς Ἀλ. μέμνηται ἐν πρώτῳ Λυκιακῶν. Τήλανδρος, πόλις Καρίας, καὶ Τηλανδρία ἄκρα. Ἀλ. δ’ ὁ Πολυΐστωρ οὐδετέρως τὴν πόλιν Τήλανδρον
15καλεῖ ἐν πρώτῳ Λυκιακῶν, καὶ Τηλανδρίαν τὴν αὐτήν.
Τυμνισσὸς, πόλις Καρίας, ἀπὸ τυμνισσοῦ ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ὁ πολίτης Τυμνισσεύς, ὡς Ἀλ. ἐν πρώτῳ Λυκιακῶν.234

t73-77

E LIBRO SECUNDO.

73-77

Idem: Ἄραξα, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ Περὶ Λυκίας. Κοχλιοῦσα, νῆσος πρὸς τῇ Λυκίᾳ, Ἀλ. δευτέρῳ Περὶ Λυκίας, διὰ τὸ κοχλίους ἐν αὐτῇ εὑρίσκεσθαι.
5 Κρᾶγος, ὄρος Λυκίας. Ἀλ. δευτέρῳ Λυκιακῶν. Ἀπὸ Κράγου τοῦ Τρεμίλου υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμ‐ φης. Ἐνταῦθα δ’ εἶναι καὶ τὰ ἐπονομαζόμενα θεῶν ἀγρίων ἄντρα. Ἀπαθανατισθῆναι γάρ φασι τοὺς περὶ τὸν Κρᾶγον.
10 Λυρνατία, χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλ. ἐν δευτέρῳ Περὶ Λυκίας. Ὕλαμοι, πόλις Λυκίας, ὡς Ἀλ. ὁ Πολυΐστωρ ἐν δευτέρῳ Περὶ Λυκίας.

t78-88

E LIBRIS INCERTIS.

78-80

Idem: Δαίδαλα, πόλις τῆς Ῥοδίας ἢ χωρίον. Στράβων ιδʹ. Ἔστι καὶ ὄρος τῆς Λυ‐ κίας τὰ Δαίδαλα. Ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκά‐ ρου ἡ ἐν Λυκίᾳ. Διά τινος γὰρ ἕλους ἐπορεύετο [διὰ]
5τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τε‐ λευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλ. ἐν Λυκιακοῖς. Μέλαιναι, πόλις Ἀρκαδίας ... εἰσὶ δὲ καὶ Λυκίας Μέλαιναι πόλις, ὡς Ἀλ. ἐν Λυκιακοῖς.
10 Φελλὸς, πόλις Παμφυλίας, Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξ. ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Λυκίας Φέλλον καὶ Ἀντίφελ‐ λον Λυκίας εἶναι λέγει. Ὁ πολίτης Φελλίτης καὶ Ἀντι‐ φελλίτης, ὡς Ἀλ. ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.

81

Idem: Πάταρα, πόλις Λυκίας ... ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέ‐ ξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· ἔστι δὲ ταῦτα πέμματα λύραι
5τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. Θεῖ‐ σαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν· ἄνεμον δ’ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν· κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πα‐ τάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα
10δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι, καὶ τὴν χερρόνη‐ σον ἱερὰν Ἀπόλλωνι εἶναι· ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους τῆς πατάρας Πάταρα· μεθερμηνεύεσθαι δὲ τὴν πατάραν ἑλληνιστὶ κίστην.

82-83

Idem: Μεγίστη, πόλις καὶ νῆσος τῆς Λυκίας, ὡς ὁ Πολυΐστωρ, ἀπὸ Μεγιστέως τινός. Γλαύκου δῆμος, ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν,
ἀπὸ Γλαύκου τοῦ ἥρωος.235

84

Idem: Τρεμίλη· ἡ Λυκία ἐκαλεῖτο οὕτως· οἱ κα‐ τοικοῦντες Τρεμιλεῖς, ἀπὸ Τρεμίλου, ὡς Πανύασις: Ἔνθα δ’ ἔναιε μέγας Τρέμιλος, καὶ ἔγημε θύγατρα νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσι,
5 Σίβρῳ ἐπ’ ἀργυρέῳ, ποταμῷ παρὰ δινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες, Τλῶος, Ξάνθος, Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ’ ἀρούρας. Ἀλέξανδρος * τελευτήσας τὰς δὲ τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνό‐
10μασε.

85

Suidas: Ὠλὴν, Δυμαῖος ἢ Ὑπερβόρειος ἢ Λύκιος, ἐποποιός· μᾶλλον δὲ Λύκιος ἀπὸ Ξάνθου, ὡς δηλοῖ Καλλίμαχος καὶ ὁ Πολυΐστωρ ἐν τοῖς Περὶ Λυκίας.

86-88

Steph. B.: Δολιχὴ, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέξανδρος ἐν τῷ Λυκίας Περίπλῳ Δο‐ λιχίστην αὐτήν φησιν. Μάκρα, νῆσος Λυκίας, ὡς Ἀλ. ἐν Περίπλῳ αὐτῆς.
5Σέβεδα, λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν Περίπλῳ.

t89-93

ΠΕΡΙ ΚΙΛΙΚΙΑΣ.

89-93

Idem: Ἀφροδισιὰς, πόλις Κιλικίας, περὶ ἧς Ἀλ. ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Κιλικίας φησὶν, ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας.
5 Λαέρτης, Κιλικίας χωρίον. Στράβων ιδʹ. Ἀλέξανδρος δὲ καὶ ὄρος καὶ πόλιν φησί. Σελεύκεια, πόλις ἐπὶ Κιλικίᾳ, τραχεῖα λεγομένη· ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. Πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ
10Ὑρία. Ταρσὸς, ἐπισημοτάτη πόλις Κιλικίας ... Ἀλέξαν‐ δρος δὲ ὁ Πολυΐστωρ (sc. Ταρσὸν καλεῖσθαί φησι) διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαντα καὶ Βελλεροφόντην ἐν τῷ Ἀληίῳ πεδίῳ πλανηθῆναι.
15 Χρυσόπολις ... ἔστι καὶ ἄλλη Κιλικίας, ὡς ὁ Πο‐ λυΐστωρ.

t94

ΠΕΡΙ ΚΥΠΡΟΥ.

94

Idem: Χυτροὶ, Κύπρου πόλις .... Ἀλέξανδρος ἐν τῷ Περὶ Κύπρου· «Τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυ‐ τρίοις»· καὶ πάλιν· «Εὐρυνόην τῶν Χυτρίων βασιλεὺς ἔγημεν.»

t95-97

ΙΝΔΙΚΑ.

95

Clemens Alex. Strom. III, 7: Βραχμᾶναι γοῦν οὔτε ἔμψυχον ἐσθίου‐ σιν οὔτε οἶνον πίνουσιν, ἀλλ’ οἱ μὲν αὐτῶν καθ’ ἑκά‐ στην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται· ἔνιοι
5δ’ αὐτῶν διὰ τριῶν ἡμερῶν, ὥς φησιν Ἀλέξανδρος
ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖς.236

96-97

Stephan. Byz.: Τοπάζιος, νῆσος Ἰνδική. Ἀλέ‐ ξανδρος ὁ Πολυΐστωρ φησὶν, ὡς εὑρίσκεσθαι καὶ ἐν τῇ τῶν Τοπαζίων νήσῳ λίθον ὁμώνυμον τῇ νήσῳ [ὃν] ὅμοιον εἶναι τῇ χροιᾷ τῇ τοῦ νέου ἐλαίου.
5 Γεδρωσία ... Ἐν δὲ τοῖς τοῦ Πολυΐστορος διὰ τοῦ κ εὑρέθη ἡ πρώτη συλλαβὴ, ἀλλ’ ἦν ἀδιόρθωτον τὸ βι‐ βλίον.

t98-102

ΠΕΡΙ ΣΥΡΙΑΣ.

98-102

Idem: Τάβαι, πόλις Λυδίας ... ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι· καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέ‐ ξανδρος ἐν τῷ Περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Ὠρωπὸς, πόλις Μακεδονίας ..., Εὐβοίας ..., ἔστι
5καὶ τρίτη ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ Πολυΐστωρ ἐν τῇ Περὶ Συρίας φησὶν οὕτω· «Ξενο‐ φῶν ἐν ταῖς Ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι Ὠρωπὸν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων· ταύτην δ’ ἔφασαν ὑπὸ Σελεύκου
10τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν καλεῖσθαι ὑπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ.» Γάζα, πόλις Φοινίκης ... ὁ πολίτης Γαζαῖος ... λέ‐ γονται καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις ... λέγονται καὶ διὰ τοῦ α Γαζᾶται, ὡς Πολυΐστωρ.
15 Μαρσύα, πόλις Φοινίκης, ὡς Ἀλέξανδρος καὶ Φί‐ λων, ἀπὸ Μαρσύου. Ἰουδαία. Ἀλέξανδρος ὁ Πολυΐστωρ ἀπὸ τῶν παί‐ δων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύ‐ διος Ἰόλαος ἀπὸ Ἰουδαίου Σπάρτωνος ἐκ Θήβης μετὰ
20Διονύσου ἐστρατευκότος.

t103

(ΠΕΡΙ ΑΡΑΒΙΑΣ?)

103

Idem: Τάμνα, πόλις Ἀραβικὴ, ὡς Ἀλ. ὁ Πο‐ λυΐστωρ.

t104-116

ΑΙΓΥΠΤΙΑΚΑ. E LIBRO PRIMO.

104-109

Idem: Εὐωνυμῖται, ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλ. Αἰγυπτιακῶν πρώτῳ. Θὶς, πόλις Αἰγυπτία πλησίον Ἀβύδου. Ὁ πολίτης Θινίτης. Ἀλ. Αἰγυπτιακῶν πρώτῳ.
5 Ναπάται, πόλις Λιβύης πρὸς τῇ Αἰθιοπίᾳ. Τὸ ἐθνικὸν ἔδει Ναπατίτης, ἔστι δὲ Ναπαταῖος, ὡς Ἀλ. ἐν πρώτῳ Αἰγυπτιακῶν. Ὄμβοι, πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλ. ἐν πρώτῃ Αἰγυπτιακῶν.
10 Χηνοβοσκία, πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν· «Ἀντικρὺ δὲ τοῦ Διοσπολίτου Χηνοβοσκία, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις οὔσας, ὑπερβάλλου‐ σαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν.»
15 Φαγρώριον, πόλις, ὡς Ἀλ. ὁ Πολυΐστωρ ἐν Αἰ‐ γυπτιακοῖς. Ἐξ οὗ σύνθετον Φαγρωριόπολις καὶ Φα‐ γρωριοπολίτης.

t110-111

E LIBRO SECUNDO.

110

Idem: Ψίναφος, Αἰγύπτου πολίχνιον, ὡς Ἀλ.
ἐν Αἰγυπτιακῶν δευτέρῳ.237

111

Steph. B.: Μέμνονες, ἔθνος Αἰθιοπικὸν, ὃ ἑρμη‐ νεύεται, ὡς ὁ Πολυΐστωρ φησὶν, ἀγρίους τινὰς ἢ μα‐ χίμους καὶ χαλεπούς.

t112-116

E LIBRO TERTIO.

112-116

Idem: Ἀγκυρῶν πόλις, [πόλις] Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν ιγʹ (leg. γʹ) Αἰγυπτιακῶν. Ὠνόμασται δὲ οὕτως, ἐπειδὴ λιθίνας ἐκεῖ ἔτεμνον, αἷς κατεχρῶντο, ἀγκύρας ἐκ τῆς παρακειμένης λατομίας.
5 Λητοῦς πόλις, πόλις Αἰγύπτου· ἔστι δὲ μοῖρα Μέμφιδος, καθ’ ἣν αἱ πυραμίδες, Λητοῦς ἱερόν. Ἀλ. ἐν τρίτῳ Περὶ Αἰγύπτου. Σεθρόη, πόλις Αἰγύπτου. Ὁ πολίτης Σεθροΐτης, ὡς Ἀρσινοΐτης. Ἀλ. τρίτῳ Αἰγυπτιακῶν.
10 Τεντυρὶς, πόλις Αἰγύπτου καθαρτικὴ τῶν κρο‐ κοδείλων. Ὁ πολίτης Τεντυρίτης. Λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλ. ἐν τρίτῳ Αἰγυπτιακῶν.

t117-132

ΛΙΒΥΚΑ. E LIBRO PRIMO

117-118

Idem: Λιβύη, χώρα πολυώνυμος, ὡς Πολυΐστωρ· Γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσα, Λιβύη, Κηφηνία, Ἀερία.
5 Λίξα, πόλις Λιβύης, ὡς Ἀλ. ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ.

t119-132

E LIBRO TERTIO.

119-132

Idem: Ἀρσινόη, πόλις Λιβύης, ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός· δευτέρα πόλις· Παραιτονίου Λιβύης ..... τὸ ἐθνικὸν ... Ἀρσινοεὺς, ὡς Ἀλ. ἐν Λιβυκῶν τρίτῳ.
5 Αὐτομάλακα, χωρίον Λιβύης. Ὁ Πολυΐστωρ ἐν τρίτῃ. Ἀπολλόδωρος δὲ Αὐτόμαλά φησι. Ἀφάκη, πόλις Λιβύης, ὡς Πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ. Γάργη, πόλις Λιβύης, ὡς Πολυΐστωρ ἐν τρίτῃ
10Λιβυκῶν. Γίλδα, πόλις Λιβύης. Τὸ ἐθνικὸν Γιλδίτης, ὡς Ἀλ. ἐν τρίτῳ Λιβυκῶν. Δράκοντος νῆσος, Λιβύης, ὡς Πολυΐστωρ ἐν τρίτῳ Λιβυκῶν.
15 Εὔφραντα, πόλις Λιβυκή. Ἀλ. ἐν τρίτῳ Λιβυ‐ κῶν. Ζάγυστις, χωρίον Λιβύης. Ἀλ. ἐν τρίτῳ Λιβυ‐ κῶν. Κορακόνησος. Ἀλ. τρίτῳ Λιβυκῶν.
20 Κυνῶν νῆσος, Λιβυκὴ νῆσος. Ἀλ. τρίτῳ Λι‐ βυκῶν. Μάγνα, νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυ‐ κῶν· ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθὼ, ὅ ἐστι μεγάλη.
25 Ξιλία, πόλις Λιβύης. Ἀλ. ἐν τρίτῳ Λιβυκῶν. Σκυθόπολις, πόλις Λιβύης, περὶ ἧς ὁ Πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ.
Χαλκεῖα, πόλις Λιβύης. Ὁ Πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης· ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ238
30δωδεκάτῳ ὧδε γράφει· «Ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν Χαλκείων· οὔτε γὰρ πόλις ἐστὶν, ἀλλὰ χαλκουργεῖα.» Χερρόνησος ... ἔστι πέμπτη πόλις Λιβύης Χέρ‐ ρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ· «Ἔχεται Χερρόνησος ὄνομα Χέρρουρα.»

t133-135

E LIBRIS INCERTIS.

133-134

Idem: Ἀνητοῦσσα, πόλις Λιβύης. Ὁ πολίτης Ἀνητουσσαῖος, ὡς Σκοτουσσαῖος, ὡς ὁ Πολυΐστωρ φησίν. Θύνη, πόλις Λιβύης, ὡς ὁ Πολυΐστωρ Ἀλέξανδρος.

135

Schol. Apoll. Rh. IV, 1515: Ἄλλοι δέ φασι τὸν Περσέα καρατομήσαντα τὴν Γοργόνα, ὑπὲρ τῆς Λι‐ βύης πετασθῆναι· ἐκ δὲ τῶν κατενεχθέντων σταγόνων τοῦ αἵματος γενέσθαι
5θηρία. Διὸ καὶ Λιβύην πολύθηρον εἶπε. Τὸ αὐτό φησι καὶ Ἀλέξανδρος.

t135a

[ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΡΥΘΡΑΣ ΘΑΛΑΣΣΗΣ]

135a

Aelian. N. A. XVII, i: Ἀλέξανδρος ἐν τῷ Περί‐ πλῳ τῆς Ἐρυθρᾶς θαλάττης λέγει οὕτως· ὄφεις ἑωρα‐ κέναι τετταράκοντα πηχῶν μῆκος, πλάτος δὲ καὶ πάχος κατὰ τὸ μῆκος δηλονότι· καὶ γένος καρκίνων, οἷς τὸ
5μὲν ὄστρακον τὴν περιφέρειαν εἶχε πανταχόθεν πόδα, καὶ χηλαὶ δὲ ἠρτημέναι μέγισται προείχοντο· ἐπιβου‐ λεύεσθαι δὲ ὑπ’ οὐδενὸς αὐτούς· τὸ δὲ αἴτιον, ἱεροὶ λέγονται Ποσειδῶνος, καὶ ἀφιέρωνται τῷ θεῷ, οἷον ἀναθήματα εἶναι ἐκείνου ἀσινῆ τε καὶ ἀνεπιβούλευτα,
10οἱ καρκίνοι.

t136-137

ΠΕΡΙ ΤΩΝ ΠΑΡ’ ΑΛΚΜΑΝΙ ΤΟΠΙΚΩΣ ΕΙΡΗΜΕΝΩΝ.

136-137

Steph. Byz.: Ἄραξαι ἢ Ἀραξοὶ, ἔθνος Ἰλλυρίας, ὡς Ἀλ. Κορνήλιος ἐν τῷ Περὶ τῶν παρ’ Ἀλκμᾶνι ποτι‐ κῶς εἰρημένων. Ἄσσος ... Ἀλέξανδρος δ’ ὁ Κορνήλιος ἐν τῷ Περὶ
5τῶν παρ’ Ἀλκμᾶνι τοπικῶς ἱστορημένων, Μυτιληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἄσσον, ὅπου ὁ σαρκοφάγος γίγνεται λίθος.

t138a-138b

ΠΕΡΙ ΠΥΘΑΓΟΡΙΚΩΝ ΣΥΜΒΟΛΩΝ.

138a

Clem. Al. Strom. I, 15: Ἀλέ‐ ξανδρος δὲ ἐν τῷ Περὶ Πυθαγορικῶν συμβόλων Ναζα‐ ράτῳ τῷ Ἀσσυρίῳ μαθητεῦσαι ἱστορεῖ τὸν Πυθαγόραν (Ἰεζεκιὴλ τοῦτον ἡγοῦνταί τινες, οὐκ ἔστι δὲ, ὡς ἔπειτα
5δηλωθήσεται), ἀκηκοέναι τε πρὸς τούτοις Γαλατῶν
καὶ Βραχμάνων τὸν Πυθαγόραν βούλεται. —239

138b

Cyrill. Adv. Julian. IX: Ἱστορεῖ γοῦν Ἀλέξανδρος ὁ ἐπίκλην Πολυΐστωρ ἐν τῷ περὶ Πυθαγο‐ ρικῶν συμβόλων Ἀσσυρίῳ τὸ γένος ὄντι τῷ Ζάρᾳ φοι‐ τῆσαι τὸν Πυθαγόραν.

t139-146

ΦΙΛΟΣΟΦΩΝ ΔΙΑΔΟΧΑΙ.

139

Diog. L. I, 116: Φερεκύδης, Βάβυος, Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, Πιττακοῦ δια‐ κήκοε.

140

Idem VIII, 22: Λέγεται παρεγγυᾶν αὐτὸν (Πυθα‐ γόραν) ἑκάστοτε τοῖς μαθηταῖς τάδε λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι, Πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;
5Σφάγιά τε θεοῖς προσφέρειν κωλύειν, μόνον δὲ τὸν ἀναίμακτον βωμὸν προσκυνεῖν. Μηδ’ ὀμνύναι θεούς· ἀσκεῖν γὰρ αὑτὸν δεῖν ἀξιόπιστον παρέχειν. Τούς τε πρεσβυτέρους τιμᾶν, τὸ προηγούμενον τῷ χρόνῳ τι‐ μιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ μὲν ἀνατολὴν δύ‐
10σεως, ἐν βίῳ δ’ ἀρχὴν τελευτῆς, ἐν ζωῇ δὲ γένεσιν φθορᾶς. (23) Καὶ θεοὺς μὲν δαιμόνων προτιμᾶν, ἥρωας δ’ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα τοὺς γονέας. Ἀλλή‐ λοις θ’ ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆ‐ σαι, τοὺς δ’ ἐχθροὺς φίλους ἐργάσασθαι. Ἴδιόν τε μη‐
15δὲν ἡγεῖσθαι. Νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν· φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μηδὲ ζῷον ὃ μὴ βλάπτει ἀνθρώπους Αἰδῶ καὶ εὐλάβειαν εἶναι μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. Φεύ‐ γειν σαρκῶν πλεονασμὸν, ὁδοιπορίης ἄνεσιν καὶ ἐπίτα‐
20σιν ποιεῖσθαι, μνήμην ἀσκεῖν, ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν, μαντικὴν (οὐ) πᾶσαν τιμᾶν, (24) ᾠδαῖς χρῆσθαι πρὸς λύραν ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον χάριν ἔχειν. Τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ
25ψυχικοῦ· καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι τὰς γαστέρας, μὴ παραληφθέντας. Καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας καὶ ἀταράχους ἀπο‐ τελεῖν. Φησὶ δ’ ὁ Ἀλέξανδρος ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς καὶ ταῦτα εὑρηκέναι ἐν Πυθαγορικοῖς ὑπο‐
30μνήμασιν. (25) Ἀρχὴν μὲν ἁπάντων μονάδα· ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι· ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορί‐ στου δυάδος τοὺς ἀριθμούς· ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα· ἐκ δὲ τούτων τὰς γραμμὰς, ἐξ ὧν τὰ ἐπίπεδα
35σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα· ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα, ὧν καὶ τὰ στοιχεῖα εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· μεταβάλλειν δὲ καὶ τρέπεσθαι δι’ ὅλων, καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον
ἔμψυχον, νοερὸν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν240
40γῆν καὶ αὐτὴν σφαιροειδῆ καὶ περιοικουμένην. (26) Εἶναι δὲ καὶ ἀντίποδας καὶ τὰ ἡμῖν κάτω ἐκείνοις ἄνω. Ἰσό‐ μοιρά τ’ εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα, ξηροῦ
45δ’ ἔαρ, καὶ ὑγροῦ φθινόπωρον. Ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους, οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιει‐ νὸν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. Ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερωτέραν εἶναι. Τόν τε περὶ τὴν γῆν ἀέρα

140

(50)

ἄσειστον καὶ νοσερὸν καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητόν τ’ εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα. (27) Ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέ‐ ρας εἶναι θεούς· ἐπικρατεῖν γὰρ τὸ θερμὸν ἐν αὐτοῖς,
55ὅπερ ἐστὶ ζωῆς αἴτιον. Τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. Καὶ ἀνθρώποις εἶναι πρὸς θεοὺς συγγέ‐ νειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ· διὸ καὶ προ‐ νοεῖσθαι τὸν θεὸν ἡμῶν. Εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. Διήκειν
60τ’ ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος τοῦ τε ψυχροῦ καὶ παχέος. Καλοῦσι δὲ τὸν μὲν ἀέρα ψυχρὸν αἰθέρα, τὴν δὲ θάλασσαν καὶ τὸ ὑγρὸν παχὺν αἰθέρα. Ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. (28) Καὶ ζῆν μὲν πάνθ’ ὅσα μετέ‐
65χει τοῦ θερμοῦ· διὸ καὶ τὰ φυτὰ ζῷα εἶναι· ψυχὴν μέντοι μὴ ἔχειν πάντα. Εἶναι δὲ τὴν ψυχὴν ἀπό‐ σπασμα αἰθέρος καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, τῷ συμμετέχειν ψυχροῦ αἰθέρος. Διαφέρειν τε ψυχὴν ζωῆς· ἀθάνατόν τ’ εἶναι αὐτὴν, ἐπειδήπερ καὶ τὸ ἀφ’
70οὗ ἀπέσπασται ἀθάνατόν ἐστι. Τὰ δὲ ζῷα γεννᾶσθαι· ἐξ ἀλλήλων ἀπὸ σπερμάτων, τὴν δ’ ἐκ γῆς γένεσιν ἀδύ‐ νατον ὑφίστασθαι. Τὸ δὲ σπέρμα εἶναι σταγόνα ἐγκε‐ φάλου περιέχουσαν ἐν ἑαυτῇ θερμὸν ἀτμόν· ταύτην δὲ προσφερομένην τῇ μήτρᾳ ἀπὸ μὲν τοῦ ἐγκεφάλου
75ἰχῶρα καὶ ὑγρὸν καὶ αἷμα προΐεσθαι, ἐξ ὧν σάρκας τε καὶ νεῦρα καὶ ὀστᾶ καὶ τρίχας καὶ τὸ ὅλον συνίστα‐ σθαι σῶμα· ἀπὸ δὲ τοῦ ἀτμοῦ ψυχὴν καὶ αἴσθησιν. (29) Μορφοῦσθαι δὲ τὸ μὲν πρῶτον παγὲν ἐν ἡμέραις τεσσαράκοντα, κατὰ δὲ τοὺς τῆς ἁρμονίας λόγους ἐν
80ἑπτὰ ἢ ἐννέα ἢ δέκα τὸ πλεῖστον μησὶ τελεωθὲν ἀπο‐ κυΐσκεσθαι τὸ βρέφος· ἔχειν δ’ ἐν αὑτῷ πάντας τοὺς λόγους τῆς ζωῆς, ὧν εἰρομένων συνέχεσθαι κατὰ τοὺς τῆς ἁρμονίας λόγους, ἑκάστων ἐν τεταγμένοις καιροῖς ἐπιγινομένων. Τήν τ’ αἴσθησιν κοινῶς καὶ κατ’ εἶδος
85τὴν ὅρασιν ἀτμόν τιν’ εἶναι ἄγαν θερμόν. Καὶ διὰ τοῦτο λέγεται δι’ ἀέρος ὁρᾶν καὶ δι’ ὕδατος· ἀντερείδε‐ σθαι γὰρ τὸ θερμὸν ἀπὸ τοῦ ψυχροῦ. Ἐπεί τοι εἰ ψυ‐ χρὸς ἦν ὁ ἐν τοῖς ὄμμασιν ἀτμὸς, διειστήκει ἂν πρὸς τὸν ὅμοιον ἀέρα· νῦν δὲ ** ἔστιν ἐν οἷς ἡλίου πύλας
90καλεῖ τοὺς ὀφθαλμούς. Τὰ δ’ αὐτὰ καὶ περὶ τῆς ἀκοῆς καὶ τῶν λοιπῶν αἰσθήσεων δογματίζει. (30) Τὴν δ’ ἀνθρώπου ψυχὴν διαιρεῖσθαι τριχῆ, εἴς τε νοῦν καὶ φρένας καὶ θυμόν. Νοῦν μὲν οὖν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ.
95Εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρις ἐγ‐ κεφάλου· καὶ τὸ μὲν ἐν τῇ καρδίᾳ μέρος αὐτῆς ὑπάρ‐
χειν θυμὸν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ· σταγόνας δ’ εἶναι ἀπὸ τούτων τὰς αἰσθήσεις. Καὶ τὸ μὲν φρόνιμον ἀθάνατον, τὰ δὲ λοιπὰ θνητά. Τρέφεσθαί τε241

140

(100)

τὴν ψυχὴν ἀπὸ τοῦ αἵματος· τοὺς δὲ λόγους ψυχῆς ἀνέμους εἶναι. Ἀόρατόν τ’ εἶναι αὐτὴν καὶ τοὺς λόγους, ἐπεὶ καὶ ὁ αἰθὴρ ἀόρατος. (31) Δεσμά τ’ εἶναι τῆς ψυχῆς τὰς φλέβας καὶ τὰς ἀρτηρίας καὶ τὰ νεῦρα· ὅταν δ’ ἰσχύῃ καὶ καθ’ αὑτὴν γενομένη ἠρεμῇ, δεσμὰ γίνεσθαι
105αὐτῆς τοὺς λόγους καὶ τὰ ἔργα. Ἐκριφθεῖσαν δ’ αὐτὴν ἐπὶ γῆς πλάζεσθαι ἐν τῷ ἀέρι ὁμοίαν τῷ σώματι. Τὸν δ’ Ἑρμῆν ταμίαν εἶναι τῶν ψυχῶν καὶ διὰ τοῦτο πομ‐ παῖον λέγεσθαι καὶ ἐμπολαῖον καὶ χθόνιον, ἐπειδήπερ οὗτος εἰσπέμπει ἀπὸ τῶν σωμάτων τὰς ψυχὰς ἀπό τε
110γῆς καὶ ἐκ θαλάττης· καὶ ἄγεσθαι τὰς μὲν καθαρὰς ἐπὶ τὸν ὕψιστον, τὰς δ’ ἀκαθάρτους μήτ’ ἐκείναις πελά‐ ζειν μήτ’ ἀλλήλαις, δεῖσθαι δ’ ἐν ἀρρήκτοις δεσμοῖς ὑπὸ Ἐρινύων. (32) Εἶναί τε πάντα τὸν ἀέρα ψυχῶν ἔμπλεων· καὶ τούτους δαίμονάς τε καὶ ἥρωας ὀνομά‐
115ζεσθαι· καὶ ὑπὸ τούτων πέμπεσθαι ἀνθρώποις τούς τ’ ὀνείρους καὶ τὰ σημεῖα νόσου τε καὶ ὑγιείας, καὶ οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ προβάτοις καὶ τοῖς ἄλλοις κτήνεσιν· εἴς τε τούτους γίνεσθαι τούς τε καθαρμοὺς καὶ ἀποτροπιασμοὺς μαντικήν τε πᾶσαν καὶ κλῃδόνας
120καὶ τὰ ὅμοια. Μέγιστον δέ φησιν εἶναι τῶν ἐν ἀνθρώ‐ ποις τὸ τὴν ψυχὴν πεῖσαι ἐπὶ τὸ ἀγαθὸν ἢ ἐπὶ τὸ κακόν. Εὐδαιμονεῖν τ’ ἀνθρώπους ὅταν ἀγαθὴ ψυχὴ προσγέ‐ νηται, μηδέποτε δ’ ἠρεμεῖν μηδὲ τὸν αὐτὸν * ῥόον κρα‐ τεῖν. (33) Ὅρκιόν τ’ εἶναι τὸ δίκαιον καὶ διὰ τοῦτο
125Δία ὅρκιον λέγεσθαι. Τήν τ’ ἀρετὴν ἁρμονίαν εἶναι καὶ τὴν ὑγίειαν καὶ τὸ ἀγαθὸν ἅπαν καὶ τὸν θεόν· διὸ καὶ καθ’ ἁρμονίαν συνεστάναι τὰ ὅλα. Φιλίαν τ’ εἶναι ἐναρ‐ μόνιον ἰσότητα. Τιμὰς θεοῖς δεῖν νομίζειν καὶ ἥρωσι μὴ τὰς ἴσας, ἀλλὰ θεοῖς ἀεὶ μετ’ εὐφημίας λευχειμο‐
130νοῦντας καὶ ἁγνεύοντας, ἥρωσι δ’ ἀπὸ μέσου ἡμέρας. Τὴν δ’ ἁγνείαν εἶναι διὰ καθαρμῶν καὶ λουτρῶν καὶ περιρραντηρίων καὶ διὰ τοῦ καθαρεύειν ἀπό τε κήδους καὶ λεχοῦς καὶ μιάσματος παντὸς καὶ ἀπέχεσθαι βρω‐ τῶν θνησειδίων τε κρεῶν καὶ τριγλῶν καὶ μελανούρων
135καὶ ᾠῶν καὶ τῶν ᾠοτόκων ζῴων καὶ κυάμων καὶ τῶν ἄλλων ὧν παρακελεύονται καὶ οἱ τὰς τελετὰς ἐν τοῖς ἱεροῖς ἐπιτελοῦντες. (34) Φησὶ δ’ Ἀριστοτέλης περὶ τῶν κυάμων παραγγέλλειν αὐτὸν ἀπέχεσθαι τῶν κυά‐ μων, κτλ. ... (36) Καὶ ταῦτα μέν φησι ὁ Ἀλέξανδρος
140ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης.

140a

Chalcidius in Platon. Timaeum: Positionem vero atque ordinem collocationis glo‐ borum vel etiam orbium, quibus collocati feruntur planctes, quidam ex Pythagoreis hanc esse dixe‐
5runt. Citimum quidem terrae praecipue esse Lunae globum, post quem Mercurii secundo loco, supra quos Luciferi, superque eum Solis, ultra quos glo‐ bum Martium, ulterius Jovium, ultimum vero et vicinum aplani, stellisque adhaerentibus ei, Satur‐
10nium sidus. Scilicet ut inter planetas Sol medius locatus, cordis, immo vitalium omnium, praestan‐ tiam obtinere intelligatur. Consentit his Alexander Milesius ita dicens: Sortitos celsis replicant anfractibus orbes:
15vicinum terris circumvolat aurea Luna: Quam super invehitur Cyllenius: alma superne nectareum ridens late splendet Cytherea. Quadrigis invectus equis Sol igneus ambit quartus et aethereas metas, quem deinde superne
20despicit Armipotens: sextus Phaethontius ardor suspicit excelsum brumali frigore sidus, plectricanae citharae septem discriminibus quos
adsimilans genitor concordi examine junxit.242

141

Diogenes L. II, 19, de Socrate: Ἀκούσας δὲ Ἀνα‐ ξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξαν‐ δρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διή‐ κουσεν Ἀρχελάου τοῦ φυσικοῦ.

142

Idem II, 106: Εὐκλείδης ἀπὸ Μεγάρων τῶν πρὸς Ἰσθμῷ, ἢ Γελῶος κατ’ ἐνίους, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς.

143a

Idem III, 4, de Platone: Καὶ ἐπαιδεύθη μὲν γράμ‐ ματα παρὰ Διονυσίῳ, οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀν‐ τερασταῖς· ἐγυμνάσατο δὲ παρ’ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφ’ οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετω‐
5νομάσθη, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου κα‐ λούμενος [ὄνομα], καθά φησιν Ἀλέξανδρος ἐν Διαδο‐ χαῖς.

143b

Idem III, 5: Ἐφιλοσόφει δὲ τὴν ἀρχὴν ἐν Ἀκα‐ δημίᾳ, εἶτα ἐν τῷ κήπῳ τῷ παρὰ τὸν Κολωνὸν, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς καθ’ Ἡράκλειτον.

144

Idem IV, 62: Καρνεάδης, Ἐπικώμου ἢ Φιλο‐ κώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος.

145

Idem VII, 179: Χρύσιππος, Ἀπολλωνίου, Σο‐ λεὺς ἢ Ταρσεὺς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους.

146

Idem IX, 61, de Pyrrhone: Ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, εἶτ’ Ἀνα‐ ξάρχῳ ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Γυμνο‐ σοφισταῖς ἐν Ἰνδίᾳ συμμῖξαι καὶ τοῖς Μάγοις.

t147-151

E SCRIPTIS INCERTIS.

147

Plinius H. N. XIII, 39: Alexander Cornelius arborem eonem appellavit, ex qua facta esset Argo, similem robori viscum ferenti, quae nec aqua nec igne posset corrumpi, sicuti nec viscum: nulli alii
5cognitum, quod equidem sciam.

148

Idem XVI, 6: Dulcissima omnium (sc. glans) fagi, ut qua obsessos etiam homines durasse in op‐ pido Chio tradat Cornelius Alexander.

149

Idem IX, 56: Nec in Acarnania autem laudati non reperiuntur (sc. uniones). Meliores circa Ac‐ tium, sed et hi parvi; et in Mauritaniae maritimis. Alexander Polyhistor et Sudines senescere eos pu‐243
5tant, coloremque exspirare.

150

Plutarch. Qu. Rom. c. 104: Διὰ τί τὸν Διόνυσον Λίβερουμ πάτρεμ καλοῦσι; ... ἢ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ παρ’ Ἐλευθερὰς τῆς Βοιω‐ τίας Ἐλευθερέως Διονύσου προσαγορευομένου;

151

Macrobius Saturn. I, 18: Item in Thracia eun‐ dem haberi Solem atque Liberum accipimus, quem illi Sabadium nuncupantes, magnifica religione celebrant, ut Alexander scribit: eique deo in colle
5Zilmisso aedes dedicata est specie rotunda; cujus in medium interpatet tectum.

t152

E LIBRO ARGUMENTI RHETORICI.

152

Schol. in Hermogen. Στάσεις c. 17: Ὁ τοίνυν Ἀλέξανδρος οἱ Πολυΐστωρ ὄνομα ἔχων οὕτως ὁρίζεται· Διαίρεσις, φησὶν, ἐστὶ τιμὴ τοῦ περιέχοντος ζητήματος εἰς τὰ περιεχόμενα ζητήματα, ἢ τομὴ συν‐
5ἐζευγμένου ζητήματος εἰς τὰ συνεζευγμένα ζητήματα.244